ἀναγεγραμμένον, συνεχέστατα ὑπὸ τῶν πολλῶν φερόμενον ὡς νενοημένον, ἡμῖν οὐκ ἀβασάνιστον ἐατέον. Ἔστω γὰρ τὸν πατέρα ταῦτα λέγειν. 1.38.281 Τίς οὖν ἡ καρδία αὐτοῦ, ἵνα ἀκολούθως τῇ καρδίᾳ «ὁ ἀγαθὸς λόγος» φανῇ; Εἰ γὰρ ὁ «λόγος» οὐ δεῖται διηγήσεως, ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δῆλον ὅτι οὐδ' ἡ «καρδία»· ὅπερ ἐστὶν ἀτοπώτατον, νομίζειν τὴν καρδίαν ὁμοίως τῇ ἐν <τῷ> ἡμετέρῳ σώματι εἶναι μέρος τοῦ θεοῦ. 1.38.282 Ἀλλ' ὑπομνη στέον αὐτοὺς ὅτι ὥσπερ χεὶρ καὶ βραχίων καὶ δάκτυλος ὀνο μάζεται θεοῦ, οὐκ ἐρειδόντων ἡμῶν τὴν διάνοιαν εἰς ψιλὴν τὴν λέξιν, ἀλλ' ἐξεταζόντων πῶς ταῦτα ὑγιῶς ἐκλαμβάνειν καὶ ἀξίως θεοῦ δεῖ, οὕτως καὶ τὴν καρδίαν τοῦ θεοῦ τὴν νοητικὴν αὐτοῦ καὶ προθετικὴν περὶ τῶν ὅλων δύναμιν ἐκληπτέον, τὸν δὲ «Λόγον» τῶν ἐν ἐκείνῃ τὸ ἀπαγγελτικόν. 1.38.283 Τίς δὲ ἀπαγγέλλει τὴν βουλὴν τοῦ πατρὸς τοῖς τῶν γενητῶν ἀξίοις καὶ παρ' αὐτοὺς γεγενημένος ἢ ὁ σωτήρ; Τάχα δὲ καὶ οὐ μάτην τὸ «ἐξηρεύξατο»· μυρία γὰρ ἕτερα ἐδύνατο λέγεσθαι ἀντὶ τοῦ «ἐξηρεύξατο»· «προ έβαλεν ἡ καρδία μου λόγον ἀγαθόν», «ἐλάλησεν ἡ καρδία μου λόγον ἀγαθόν»· ἀλλὰ μήποτε ὥσπερ πνεύματός τινος ἀποκρύπτου εἰς φανερὸν πρόοδός ἐστιν ἡ ἐρυγὴ τοῦ ἐρευγο μένου, οἱονεὶ διὰ τούτου ἀναπνέοντος, οὕτω τὰ τῆς ἀληθείας θεωρήματα οὐ συνέχων ὁ πατὴρ ἐρεύγεται καὶ ποιεῖ τὸν τύπον αὐτῶν ἐν τῷ λόγῳ, καὶ διὰ τοῦτο «εἰκόνι» καλουμένῳ «τοῦ ἀοράτου θεοῦ». Καὶ ταῦτα μέν, ἵνα συμπεριφερόμενοι τῇ τῶν πολλῶν ἐκδοχῇ παραδεξώμεθα ἀπὸ τοῦ πατρὸς λέγεσθαι τὸ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.» 1.39.284 Οὐ πάντη δὲ αὐτοῖς παραχωρητέον ὡς ὁμολογουμένως ταῦτα ἀπαγγέλλοντος τοῦ θεοῦ. ∆ιὰ τί γὰρ οὐχὶ ὁ προφήτης ἔσται λέγων, πληρωθεὶς τοῦ πνεύματος καὶ προφερόμενος λόγον ἀγαθὸν περὶ προφητείας τῆς περὶ Χριστοῦ, συνέχειν αὐτὸν οὐ δυνάμενος, τὸ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασι λεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων»· εἶτα πρὸς αὐτὸν τὸν Χριστόν· «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου»; 1.39.285 Πῶς γάρ, εἰ ὁ πατὴρ ταῦτ' ἔλεγεν, ἐπεφέρετο τῷ «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου» τὸ «∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα» καὶ μετ' ὀλίγα «∆ιὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου»; 1.39.286 Ἀνθυπενέγκοι δέ τις βουλόμενος ἐκ τοῦ πατρὸς τὰ ἐν τῷ ψαλμῷ ἀπαγγέλλεσθαι τὸ «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου»· οὐ γὰρ ὁ προφήτης πρὸς τὴν ἐκκλησίαν ἐρεῖ τὸ «Ἄκουσον, θύγατερ». 1.39.287 Οὐ χαλεπὸν δὲ δεῖξαι καὶ ἀπὸ ἑτέρων ψαλμῶν, ὅτι προσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαί, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ «Ἄκουσον, θύγατερ» τὸν πατέρα λέγειν. 1.39.288 Παραθετέον δὴ εἰς τὴν περὶ τοῦ λόγου ἐξέτασιν καὶ τὸ «Τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν»· ἅπερ τινὲς ἡγοῦνται ἐπὶ τοῦ σωτῆρος καὶ τοῦ ἁγίου τάσσεσθαι πνεύματος, δυνά μενα δηλοῦν τὸ λόγῳ θεοῦ τοὺς οὐρανοὺς ἐστερεῶσθαι, ὡς εἰ λέγοιμεν λόγῳ ἀρχιτεκτονικῷ τὴν οἰκίαν καὶ λόγῳ ναυ πηγικῷ τὴν ναῦν γεγονέναι, οὕτως οὖν λόγῳ θεοῦ τοὺς οὐρανούς, θειοτέρου τυγχάνοντας σώματος καὶ διὰ τοῦτο καλουμένου «στερεοῦ», οὐκ ἔχοντος τὸ ἐπιπολὺ ῥευστὸν καὶ εὐδιάλυτον τῶν λοιπῶν καὶ κατωτέρω, ἐστερεῶσθαι καὶ διὰ τὸ διάφορον ἐσχηκέναι ἐξαιρέτως τῷ θείῳ λόγῳ. 1.39.289 Ἐπεὶ οὖν πρόκειται τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» σαφῶς ἰδεῖν, «ἀρχὴ» δὲ μετὰ μαρτυριῶν τῶν ἐκ τῶν παροιμιῶν ἀποδέδοται εἰρῆσθαι ἡ σοφία, καὶ ἔστι προεπι νοουμένη ἡ σοφία τοῦ αὐτὴν ἀπαγγέλλοντος λόγου, νοητέον τὸν λόγον ἐν τῇ ἀρχῇ, τοῦτ' ἔστι τῇ σοφίᾳ, ἀεὶ εἶναι· ὄντα δὲ ἐν τῇ σοφίᾳ, καλουμένῃ «ἀρχῇ», μὴ κωλύεσθαι εἶναι «πρὸς τὸν θεόν», καὶ αὐτὸν θεὸν τυγχάνοντα, καὶ οὐ γυμνῶς εἶναι αὐτὸν «πρὸς τὸν θεόν», ἀλλὰ ὄντα «ἐν τῇ ἀρχῇ», τῇ σοφίᾳ, εἶναι «πρὸς τὸν θεόν». 1.39.290 Ἐπιφέρει γοῦν καί φησιν· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· ἐδύνατο γὰρ εἰρηκέναι· «Οὗτος ἦν πρὸς τὸν θεόν»· ἀλλ' ὥσπερ