σθήτους οἰκέτας ἢ ὑποχειρίους ὁρίζεται· ἡ ῥάβδος γὰρ σύμβολόν ἐστι κολάσεως. Ἐκ τῶν ποδῶν αὑτοῦ, κ. τ. λ. Πόδας ἐνταῦθα τοὺς οἰκέτας φησίν· ὄνειδος δὲ ἐξ αὐτῶν ὁ δεσπότης ἑαυτῷ ποιεῖται, ὁ ἀποστέλλων λόγον δι' ἀγγέλου ἄφρονος, ἢ βουλῆς, ἢ σοφίας, ἢ πρεσβείας, ἢ συμ μαχίας, ἢ λόγων συμπαθείας. Ὁ γὰρ ἄφρων ἡττᾶ ται ἐν παντί· καὶ γὰρ ὁ Κύριος ἐν Εὐαγγελίοις φη σίν· Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλ λειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. 17.240 Περίελε ἄφρονος ὁδὸν κακὴν, καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ. Ὁ μεταδιδοὺς ἄφρονι γνῶσιν, ὅμοιός ἐστι τῷ λί θον ἄτιμον ἐν σφενδόνῃ χρυσῇ προσπήξαντι· ἢ λί θον ἔντιμον ἐν σφενδόνῃ λιθοβολούσῃ λιθάσαντι. Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν Θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρ χονται τῷ Θεῷ· Πᾶσα γὰρ σὰρξ ὄψεται τὸ Σωτή ριον τοῦ Θεοῦ. Προσεκτέον δὲ ἐνταῦθα, ὅτι τὰς πα χυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας, σάρκας ἀφρόνων ὠνόμασεν· οὕτω καὶ ὁ Κύριός φησιν· Οὐ μὴ κατα μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὁ ἀποβαλὼν, φησὶ, κακίαν αὑτοῦ, καὶ πρὸς αὐ τὴν πάλιν ἐπιστρέψας, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον ἐμετόν· οἷα ἦν ἡ τοῦ Λὼτ γυνὴ, καὶ πρὸς ὃν τὸ ἀκάθαρτον πνεῦμα ἐπέστρεψεν. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ, ἢ ἐν κλήρῳ· οὐ γὰρ ἐκ τῶν καθ' ἡμᾶς τις τὴν δικαιοκρισίαν καὶ ἐλευθε ρίαν τῆς Ἐκκλησίας ἐποιήσατο· ἢ ἡμετέρα ἐστὶν, ἀλλὰ Χριστοῦ, δι' ἣν ἔκρινε δικαιώσας ἑαυτὸν σφαγῇ δοθῆναι, καὶ χυθῆναι τὸ αἷμα αὐτοῦ ὑπὲρ αὐτῆς· οὕτω καὶ ὁ πᾶς τις Ἐκκλησίας οἴακας ἐγκεχειρίσθαι ἐπιθυμῶν, ὀφείλει ἑαυτὸν ἐκδοῦναι, καὶ τῆς κέρκου τοῦ πονηροῦ κρατῆσαι, καὶ τοὺς ὑπὸ τὴν αὐτοῦ κα κίαν ἐλευθερῶσαι, καὶ εἰς τὴν τοῦ Χριστοῦ ἐπίγνωσιν προσαγαγεῖν. Ὥσπερ ἐν ξύλοις τὸ πῦρ, οὕτως ἐν πονηροῖς λο γισμοῖς θάλλει καὶ καίει ὁ πρὸς τὰ πάθη τοῦ νοῦ θυμός· ὅπου δὲ οὐκ ἔστι δίθυμος, τουτέστι δίψυχος, ἀλλ' ἢ τῷ Θεῷ, ἢ τῷ μαμμωνᾷ, ἡσυχασθήσεται ἐξ αὐτοῦ τὸ ἓν τοῦ ἑτέρου· ἢ τὸ τοῦ Θεοῦ πρόσταγμα νικῆσαν, τὸ τοῦ πονηροῦ τακήσεται, καὶ τῇ κακίᾳ προσειρηνεύσει· ἐὰν δὲ τὰ δύο ἕλοιτο, καὶ τῆς ζωῆς ἐκπέσοι, καὶ τῶν προσκαίρων στερηθήσεται. Χείλη ἐνταῦθα τοὺς λογισμούς φησιν· ὁ δὲ τὰ χείλη τοῦ νοῦ μὴ ἀνοίγων κατὰ τοῦ πονηροῦ, πρὸς τὸν Θεὸν ἐξομολογούμενος τὰ κακὰ, ὅσα ἐνσπείρειεν αὐτῷ κατὰ τοῦ Θεοῦ, ἀλλὰ κρύπτει, λύπῃ καλύπτει ἑαυτοῦ καρδίαν, ἐξ ἀφροσύνης μὴ νομίζων ἔχειν ἁμάρτημα ἐν τούτοις· οὐκ εἰδὼς τὴν τοῦ Θεοῦ εὐ σπλαγχνίαν· ὅτι μᾶλλον τοῖς οὕτως ὑπομένουσι καὶ ἐξαγγέλλουσιν αὐτῷ ταῦτα, στεφάνους ἀπονέμει ὡς καθ' ἑκάστην ἀθλοῦσι δι' αὐτόν. Ἐμπαίζει, ἀντὶ τοῦ χαίρει, ἔλαβε· ψυχὴ γὰρ κα θαρὰ, κατατρυφῶσα τῆς γνώσεως τῶν Γραφῶν, χαίρει ἐμπιπλαμένη· ψυχὴ δὲ ἀκάθαρτος, καὶ τὴν ψευδώνυμον γνῶσιν, ἀληθῆ πάντως νομίζει. Ἢ τόπος καρδίας, ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀπο ξενωθεὶς ἄνθρωπος πίπτει εἰς κακίαν καὶ ἀγνωσίαν, καὶ γίνεται δοῦλος τῆς ἁμαρτίας ποιῶν αὐτήν· καθὸ γὰρ λογικός ἐστι, τόπος αὐτοῦ ἡ ἀρετή. 17.241 Νοῦς ἀπαθὴς ποικίλοις τέρπεται, σοφίᾳ καὶ γνώ σει, καὶ ὑμνῳδίᾳ· νοῦς δὲ ἐμπαθὴς, ἐν ἀγνωσίᾳ καὶ κακίᾳ καταῤῥήγνυται, καὶ εἰς πτῶμα ἔρχεται δυσ ίατον καὶ μέγα. Φίλος ἡμῶν καὶ τῶν πρόπαλαι πατέρων, καὶ τῶν μεθ' ἡμᾶς, ὁ Θεός ἐστιν· αὐτὸς γὰρ εἶπεν· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. -Ἐνταῦθα ἀδελφὸς ὁ Χριστός ἐστι κατὰ χάριν· εἰς δὲ τὸν οἶ κον τοῦ ἀδελφοῦ σου, ἄνευ τῶν ἐντολῶν, ὧν ἡμῖν δέδωκεν, εἰς ἐξουσίαν τοῦ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, τουτέστιν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, μὴ εἰσέλθῃς ἀτυχῶν τούτων· τοιοῦτος γὰρ ἦν καὶ ὁ εἰσελθὼν εἰς τὸν γάμον, μὴ ἔχων ἔνδυμα γάμου· δεθεὶς δὲ χεῖρας καὶ πόδας ἐξεβλήθη τοῦ γάμου. -Ἀδελφὸς ἡμῶν ἐνταῦθα ὁ τῶν ἀγγέλων χορός ἐστι· κατὰ γὰρ τὴν τῶν ἀγγέλων φύσιν πρὸ τῆς παραβάσεως καὶ πτώσεως ὁ διάβολος τῶν ἀγγέλων καὶ ἡμῶν ὑπῆρχε· φίλος δὲ ἡμῶν ἐστιν ὁ Θεός· κρεῖσσον δὲ τῷ ἐγγυ τέρῳ καὶ ἀληθινῷ Θεῷ ἡμῶν καὶ φίλῳ ἐγγὺς καὶ πλησιεστέρως οἰκεῖν, ἢ τῷ μακρὰν ἀπ' αὐτοῦ ἑαυτὸν