παρεμβολὴ, οὐ φοβη θήσεται ἡ καρδία μου.» Καὶ ὁ Σωτὴρ ἐν πνεύματι γινώσκων τὰς αἰτουμένας αὐτὸν σταυρωθῆναι μυριά δας λαοῦ τῆς κατατομῆς, καὶ ὁρῶν τὸ ἀτάραχον αὑ τοῦ (κατὰ σάρκα δὲ ταῦτά φημι), λέγοι ἂν ταῦτα. Ἐὰν δέ τις κατανοήσῃ τὸ πλῆθος τῶν ὑπὸ τῶν ἐχθρῶν βαλλομένων, ἐπιτιθεμένων τῇ ψυχῇ καὶ ταρασσόντων καὶ κυμαινόντων αὐτὴν, ἐν καιρῷ ἂν φθέγγοιτο, ἐπὶ τὸν Θεὸν καταφεύγων, τὸ, «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.» Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας, κ. τ. ἑ. Τῷ Ἑβραϊκῷ ἐντυχόντες, τὸ «ματαίως» οὐδαμῶς εὕρομεν δυνάμενον δηλοῦσθαι. Τί γὰρ κοινὸν τῆς λέ ξεως τῆς «ματαίως» πρὸς τὴν σιαγόνα; Καὶ οἱ λοι ποὶ δὲ ὡς τὸ Ἑβραϊκὸν τεθείκασιν. Εἰκὸς οὖν, ὥς τι νες Ἑβραίων λέγουσι, τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκέναι, ἢ τὸ εὐτελὲς περιϊσταμένους τοὺς Ἑβδο μήκοντα τῆς λέξεως, τετολμηκέναι ἀντὶ τοῦ «σια γόνα,» ποιῆσαι «ματαίως.» Νοήσωμεν τοίνυν τὸ ῥητὸν κατὰ τοὺς Ἑβδομήκοντα· διεξέλθωμεν πῶς δεῖ λαμβάνειν τὰ ἀνθρωπικώτερον εἰρημένα ὑπὸ τοῦ Θεοῦ, ἐξ ὧν εὐχερές ἐστιν ἰδεῖν πῶς λέγεται· «Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.» Οἱονεὶ γὰρ κοιμώμενον ἡμῖν, ὅτε ἡμᾶς παρέδωκε πείρας ἕνεκεν ταῖς ἀντικειμέναις ἐνεργείαις, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάν των παρέδωκεν, ἐκοιμᾶτο αὐτῷ ὁ Πατήρ· ἀνίσταται δὲ σώζων αὐτὸν καὶ πατάσσων τοὺς ἐχθροὺς αὐτοῦ, εἴτε τοὺς ἐκ περιτομῆς, εἴτε τὰς ἀοράτους ἐχθροὺς τῆς ἀληθείας δυνάμεις. Ἐχθροῦ δὲ κατ' οὐδέν ἐστι λό γος· μετὰ γὰρ τῶν μισούντων τὴν εἰρήνην ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς. ∆όξαι δ' ἄν τινος ἐχθραίνειν τις οὐ «ματαίως,» ἤτοι ἀνθρωπι κώτερον τὸν ἐχθρὸν ἡμῶν ἐξεταζόντων ἢ καὶ εὐσεβέ στερον· ἀνθρωπικώτερον μὲν, ἐπὰν, τὸν προκαταρ ξάμενόν τι κακοποιεῖν ἀποστραφεὶς, ἀμύνεσθαι βού ληται· οὕτως γὰρ ἂν ὑποληφθείη μὴ «ματαίως» ἐχθραίνειν τῷ προηδικηκότι· εὐσεβέστερον δὲ, εἴ τις ἐχθρὸς γένοιτο διὰ τὸ ἀληθὲς, ὡς ὁ Ἀπόστολός φησιν· «Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύων ὑμῖν·» καὶ τό· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα;» Καὶ 12.1132 ζητητέον εἴ εἰσί τινες μισοῦντες τὸν Θεόν· οὐδεὶς γὰρ ἂν τοῦτο ὁμολογήσειεν οὐδὲ τῶν τελέως ἀδίκων καὶ ἀθέων. Τίνες οὖν εἰσιν οἱ μισοῦντες τὸν Κύριον; Τί νες ὁμολογουμένως μισοῦσι τὸν Ἰησοῦν, καὶ κατανα θεματίζουσιν αὐτόν; Τὰ δὲ γινόμενα εἰς αὐτὸν πάν τως εἰς τὸν Πατέρα ἀναφέρεται. Καὶ πᾶς δὲ ἁμαρ τάνων μισεῖ τὸν Θεὸν, ἢ τὴν σοφίαν ἐξευτελίζων, τουτέστι τὸν Χριστὸν, ἢ τὴν δικαιοσύνην μισῶν καὶ ἐργαζόμενος τὴν ἀνομίαν. Καὶ ἐπεὶ δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, ὁ μισῶν τὸν Χριστὸν τὴν δικαιοσύνην, μι σεῖ τὸν Θεόν. Φανεροῦ δὲ γενομένου τίς ὁ μισῶν τὸν Θεὸν, ἐὰν μὴ ἀκριβώσωμεν τί ἐστι τὸ, «Οὐχὶ τοὺς μι σοῦντάς σε, Κύριε, ἐμίσησα;» πάντας ἀνθρώπους μι σήσομεν παρὲξ ὀλίγων· σφόδρα σπανίων ὄντων τῶν διὰ τῶν ἔργων χαρακτηριζομένων ἀγαπᾷν τὸν Θεόν. Τού του δὲ τί ἄλλο εἴη ἀτοπώτερον τοῦ ἀπεστράφθαι πάντας, καὶ, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἑαυτόν; Εὐγνωμόνως γὰρ ἐτάζων τὰ περὶ αὑτοῦ ἕκαστος, εὑρεθήσεται μισῶν τὸν Θεόν. Μήποτε οὖν οὕτω νομιστέον εἶναι τὰ μισοῦντα τὸν Θεὸν, ἀλλὰ τὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα· οἷον ἀδικία μισεῖ τὸν Θεὸν, καὶ ὁ ἄδικος μισεῖ τὸν Θεὸν, καθὸ ἄδικός ἐστι, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο δρώσης. Χρὴ οὖν ἡμᾶς μισῆσαι τὰ τοιάδε συμβεβη κότα καὶ πρώτως ἐχθρὰ ἡμῶν τυγχάνοντα, τελείῳ μίσει, τουτέστιν, ἀπὸ τελειότητος ἐρχομένῳ. Ὥσπερ γὰρ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφρο σύνη, οὕτως καὶ τὸ τοιόνδε μῖσος. Ταῦτα δὲ ἡμῖν εἴρη ται ἐξετάζουσι τὸ, «Ἐπάταξας τοὺς ἐχθραίνοντάς μοι ματαίως·» πάντων τῶν ἐχθραινόντων τινὶ, ματαίως ἐχθραινόντων. Τοιοῦτον τὸ, «Ἐμίσησάν με δωρεάν.» Ὁποῖοι δὲ οἱ συντριβόμενοι ὀδόντες τῶν ἁμαρτωλῶν, τοιοῦτοι καὶ περὶ ὧν εἴρηται· «Ἐκεῖ ἔσται ὁ κλαυ θμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» Ὀδόντες ἁμαρ τωλῶν εἰσι λογισμοὶ ἄλογοι, παρὰ φύσιν ἡμῖν ἐπι συμβαίνοντες, οἷς ὀδοῦσι