φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαργυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν ἀφορῶν δύο ἐπάγει αἰτίας, ὅτι μὴ δεῖ ἐπιτιμᾶν τῇ γυναικί· μίαν μὲν ὅτι καλὸν ἔργον ἐποίησεν, ὃ τοῖς εὐγνώμοσιν τῶν μαθητῶν ἐξήρκει μόνη ἡ τοῦ διδασκάλου μαρτυρία. ἑτέραν δέ, ὅτι εἰς τὸν ἐνταφιασμόν μου τοῦτο πεποίηκεν, ὅπερ ἄντικρυς εἰς τὸν Ἰούδαν ἀπείρηται οἷον· σὺ ταύτην ἐπιτιμᾷς τὴν γυναῖκα καὶ ἐλεημοσύνης προσποιεῖ φροντίζειν; ὁ εἰς τὸν θάνατον τρέχων τὸν ἐμόν, ὁ κατὰ τοῦ εὐεργέτου φονῶν ἀναξίαν ταύτην κρίνεις μύρον μοι ἐπιχέειν, ὁ τὴν σφαγὴν καὶ τὸν τάφον καὶ τὰ ἐντάφια φανταζόμενος καὶ διαμελετῶν· ἐλεᾷς πτωχὸν ὁ τὸν μὴ ἔχοντα τὴν κεφαλὴν ποῦ κλίνῃ πιπράσκων· οἰκτείρεις ἄλλον ὁ τὸν διδάσκαλον προδιδούς· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῆς τοῦ Λαζάρου ἀδελφῆς ἔλεγεν πρὸς αὐτόν, ὅτε μόνος αὐθαδείᾳ γνώμης καὶ καταφρονήσει τοῦ διδασκάλου καὶ πάθει φιλαργυρίας ἔφασκεν· διὰ τί μὴ ἐπράθη τοῦτο τὸ μύρον καὶ ἐδόθη πτωχοῖς ; καὶ γὰρ καὶ τότε φησίν· ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό , διὰ πάντων αὐτὸν ἀνακόπτων τῆς ἐγχειρήσεως καὶ πονηρᾶς προαιρέσεως καὶ πρὸ ὀφθαλμῶν ἄγων ἃ ἐμελέτα τε καὶ ἔμελλεν πράττειν. ἀλλ' οὐδὲν ὀνίνησιν ψυχὴν φιλαργυρίᾳ καὶ ἀπογνώσει σὺν ἀπονοίᾳ καταποθεῖσαν· καὶ τοὺς πτωχοὺς δὲ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε τῆς αὐτῆς ἐννοίας ἐξῆπται. τί, φησίν, τοὺς πτωχοὺς προφασίζῃ, εἰ ἐμὲ ὀλίγον συνδιαιτηθέντα χρόνον καὶ ταχὺ ἀφεστάναι μέλλοντα οὕτως βαρὺν καὶ φορτικὸν ἡγήσω, ὥστε καὶ εἰς θάνατον προδιδόναι καίτοι μυρίων ἀπολαύσας ἀγαθῶν; εἰς οὓς καὶ τὰ σὰ δεῖ σε κενοῦν καὶ μεθ' ὧν ὅλον συναναστρέφεσθαι τὸν βίον ἀνάγκη, τούτους σὺ ἀβαρῶς οἴσεις καὶ ἐλεεῖν προθυμηθήσῃ; ∆εῖ δὲ εἰδέναι, ὅτι τρεῖς φαίνονται γυναῖκες παρὰ τοῖς εὐαγγελισταῖς ἀλείψασαι τὸν κύριον μύρῳ καὶ αἱ τρεῖς ἀπὸ πολλῆς πίστεως καὶ διαπύρου πόθου, πρώτη ἡ παρὰ τῷ Λουκᾷ, δευτέρα ἡ παρὰ τῷ Ἰωάννῃ καὶ τρίτη ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ· οὗτοι γὰρ οἱ δύο τῆς αὐτῆς μνημονεύουσιν. ἀλλ' ἡ μὲν παρὰ τῷ Ἰωάννῃ ἐπ' εὐλαβείᾳ ἐγνωρίζετο, αἱ δὲ ἄλλαι δύο τῶν κατεγνωσμένων ἐτύγχανον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τῆς οἰκείας ἀδελφῆς Μάρθας ἐπέχεεν τὸ μύρον· τῶν δὲ ἡ μὲν ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἡ δὲ ἐν οἰκίᾳ τοῦ Φαρισαίου. καὶ ἡ μὲν εὐχαριστήριον ἄγουσα τῆς ἐγέρσεως τοῦ ἀδελφοῦ Λαζάρου ἐπιχέει τὸ μύρον, τούτων δὲ ἑκατέρα ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν. καὶ ἐξ ἄλλων δὲ ἔστιν ἰδεῖν τὴν διαφορὰν τῶν τριῶν· ἡ μὲν γὰρ πρὸ ἓξ ἡμερῶν τοῦ νομικοῦ πάσχα πρόσεισιν τῷ Ἰησοῦ· ἡ δὲ πρὸ δύο ἡμερῶν, ἡ δὲ ἔμπροσθεν πολλῷ χρόνῳ [ὡς] ἡ παρὰ τῷ Λουκᾷ. καὶ ἡ μὲν πρὸ ἓξ τοὺς πόδας ἀλείφει μὴ κλαίουσα· εὐφροσύνης γὰρ καὶ εὐεργεσίας τετελεσμένης τὸ γινόμενον χαριστήριον ἦν. ἡ δὲ πρὸ δύο ἡμερῶν οὐ κλαίει μὲν οὐδ' αὐτὴ τῇ ζεούσῃ πίστει καὶ τῷ πολλῷ πόθῳ ὅλη ἀναφλεχθεῖσα, ὑπὸ πολλῆς δὲ τῆς προθυμίας καὶ δὴ καὶ τῆς πρὸς τὸν δεσπότην εὐλαβείας οὐδὲ ἀλείφειν καὶ ἐφάπτεσθαι τοῦ δεσποτικοῦ καὶ ἀχράντου σώματος ἐπιχειρεῖ, ἀλλ' ὅλον ἀθρόον συντρίψασα τὸ ἀλάβαστρον ἐπιχέει τῇ δεσποτικῇ κεφαλῇ. ἡ μέντοι παρὰ τῷ Λουκᾷ τοὺς πόδας ἀλείφει μύρῳ , δάκρυσιν δὲ μιγνῦσα τὸ μύρον. καὶ αὐτὴ μὲν ταῖς θριξὶν ἐξέμασσεν τοὺς πόδας τοὺς δεσποτικοὺς ὡς καὶ ἡ τοῦ Λαζάρου ἀδελφή, ἡ δὲ τὸ ἀλάβαστρον συντρίψασα καὶ ἐπιχέασα τῇ κεφαλῇ οὐδὲ προσψαῦσαι ὡς ἔφαμεν ἐτόλμησεν. καὶ ἐπὶ μὲν τῇ τοῦ Λαζάρου ἀδελφῇ ὁ Ἰούδας μόνος ἠγανάκτει καὶ διεγόγγυζεν, ἐπὶ δὲ τῇ συντριψάσῃ τὸ ἀλάβαστρον καὶ οἱ λοιποὶ μαθηταί. ἐπὶ δὲ τῇ παρὰ τῷ Λουκᾷ οὐδεὶς μὲν τῶν μαθητῶν, ὁ δὲ ὑποδεξάμενος εἰς τὴν οἰκίαν Φαρισαῖος, ὃν ἔδει μᾶλλον χαίρειν καὶ πλέον καταρτίζεσθαι τῇ πίστει, ὅτι ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν ἑώρα, αὐτὸς μόνος ἐσκανδαλίζετο. καὶ ταύτῃ μὲν εἴρηται· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου καὶ ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην , τῇ δὲ συντριψαμένῃ τὸ ἀλάβαστρον εἴρηται, ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὃ ἐποίησεν αὕτη