ἔτη ιηʹ, ὁμοῦ γϠξβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Ἐπιστρεψάντων τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς κύριος ὁ θεὸς ἡγεμόνα τὸν Ἀώδ, ἄνδρα ἐκ φυλῆς Ἐφραΐμ· καὶ ἀπέκτεινε τὸν Ἐγλὼμ βασιλέα Μωαβιτῶν. καὶ ἦρξεν τοῦ λαοῦ Ἀὼδ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἐδούλευσαν αὐτῷ ἔτη νϛʹ. Ἀὼδ νϛʹ, ὁμοῦ διηʹ. 146 αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ. Ἦν ἀρχιερεὺς Ἀβιούδ. Μετὰ τελευτὴν Ἀὼδ τοῦ κριτοῦ ἔκρινεν ὁ υἱὸς αὐτοῦ Σεμεγὰρ τὸν λαὸν τῶν υἱῶν Ἰσραήλ. Σεμεγὰρ κδʹ, ὁμοῦ δμβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ. Ἦν ἀρχιερεὺς Βοκχεί. Μετὰ τὸ ἀποθανεῖν Ἀὼδ καὶ Σεμεγὰρ ἐξήμαρτεν ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρεδόθησαν ὑπὸ κυρίου τῷ Ἰαβεὶς βασιλεῖ τῶν Χαναναίων, καὶ ἐδούλευσαν αὐτῷ ἔτη κʹ. Ἰαβεὶς κʹ, ὁμοῦ δξβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Ἐν τοῖς χρόνοις τούτοις προεφήτευσεν ∆εββώῤῥα, γυνὴ Λαφιδὼ ἐκ φυλῆς Ἐφραΐμ, καὶ εἶπεν, Οὐκ ἰδοὺ κύριος ἐξελεύσεται 147 ὄπισθέν σου καὶ πολεμήσει τοὺς ἀντιδίκους σου; καὶ δι' αὐτῆς ἡγήσατο τῆς στρατιᾶς τοῦ λαοῦ Βαρὰχ ὁ υἱὸς Ἀμινοὲμ ἐκ φυλῆς Νεφθαλείμ, ὃς παραταξάμενος τῷ Σισάρᾳ τῷ ἄρχοντι τῆς στρατιᾶς τοῦ Ἰαβεὶς ἐνίκησεν αὐτόν, καὶ ἦρξεν αὐτῶν ∆εββώῤῥα διακρίνουσα ἔτη μʹ. ∆εββώῤῥα μʹ, ὁμοῦ δρβʹ. αʹ. ∆εβώῤῥα ἐκ φυλῆς Ἐφραΐμ, γυνὴ Λαφιδώ, καὶ Βαρὰχ ὁ τοῦ Ἀμινοὲμ φυλῆς Βενιαμὶν πνεύματι θεοῦ προαχθέντες καὶ παραταξάμενοι τῷ Σισάρα στρατηγῷ Ἰαβείς, ἀπέκτειναν αὐτὸν σὺν πολλῷ πλήθει ἀλλοφύλων, καὶ ἐννακόσια ἅρματα σιδηρᾶ κατεδυνάστευσαν τοῦ Σισάρα. οὗτος δὲ διωκόμενος ὑπὸ ∆εβώῤῥας καὶ Βαρὰχ ὁ Σισάρα ἀναιρεῖται ὑπὸ Ἰαήλ, γυναικὸς Ἀδὲρ τοῦ Κιναίου, πάσσαλον αὐτῆς λαβούσης ἀπὸ τοῦ τοίχου, καὶ κολλησάσης κατὰ τοῦ κροτάφου αὐτοῦ καθεύδοντος, καὶ διαδυέντος εἰς τὴν γῆν τοῦ αὐτοῦ πασσάλου. ἦν δὲ ποτισθεὶς γάλακτι, συνεχόμενος ἀφορήτῳ δίψει. βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ. Τούτῳ τῷ ἔτει τὸ Ἴλιον ὑπὸ Ἰλίου ἐκτίσθη. [καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν μετῄει.] 148 ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μ. Μετὰ τὸ ἀποθανεῖν ∆εββώῤῥαν καὶ Βαρὰχ ἐξήμαρτεν πάλιν ὁ λαὸς ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρεδόθησαν τῷ Ὡρὴβ καὶ Ζὴβ τοῖς ἄρχουσι τῶν Μαδιηναίων, καὶ ἐδούλευσαν αὐτοῖς ἔτη ζʹ. Ὡρὴβ καὶ Ζὴβ ζʹ, ὁμοῦ δρθʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. Ἐπὶ τούτων ἐξανέστησεν ὁ θεὸς τὸν Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔχοντα τριακοσίους ἄνδρας, καὶ ἀπώλεσε τὸν Ὡρὴβ καὶ τὸν Ζὴβ τοὺς ἄρχοντας τῶν Μαδιηναίων καὶ δώδεκα μυριάδας τῶν ἀλλοφύλων, καὶ ἦρξε Γεδεὼν τοῦ λαοῦ τῶν υἱῶν Ἰσραὴλ ὁ ἐκ φυλῆς Μανασσῆ ἔτη μʹ. Γεδεὼν μʹ, ὁμοῦ δρμθʹ. αʹ, βʹ, γʹ. Κύζικος Ἑλλησπόντου καὶ Ἀσίας μητρόπολις ὑπὸ Κυζίκου ἐκτίσθη μετὰ λδʹ ἔτη τοῦ τὸ Ἴλιον κτισθῆναι. δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. Τύρος ἐκτίσθη πρὸ τοῦ ἐν Ἱεροσολύμοις νεὼ ἔτεσι τριακοσίοις πεντήκοντα καὶ ἑνί. 149 θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ. Γεδεὼν καθελὼν τὸ τοῦ πατρὸς αὐτοῦ θυσιαστήριον τοῦ Βαὰλ τυγχάνον, πνεῦμά τε κυρίου λαβὼν καὶ πίστιν διὰ σημείων τοῦ πόκου, ἔχων τετρακοσίους ἄνδρας ἐξέκοψε τῶν Μαδιηναίων δυοκαίδεκα μυριάδας. λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Μετὰ τελευτὴν Γεδεὼν τοῦ κριτοῦ ἔκρινε τὸν λαὸν τῶν υἱῶν Ἰσραὴλ Ἀβιμέλεχ ὁ ἐκ παλλακῆς υἱὸς αὐτοῦ ἔτη τρία. Ἀβιμέλεχ γʹ, ὁμοῦ δρνβʹ. αʹ, βʹ, γʹ. Οὗτός ἐστιν Ἀβιμέλεχ ὁ φονεύσας τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ καὶ τυραννίδι ἑαυτὸν βασιλέα καταστήσας καὶ τὸν λαὸν εἰς τὸν κατ' ἀλλήλων πόλεμον καταστήσας. Μετὰ τελευτὴν Ἀβιμέλεχ τοῦ κριτοῦ ἦρξεν Θωλᾶ