De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
Καισάρειαν, εἴτε ἐν ἑτέρῳ θέματι πρὸς τὸν τόπον, ἐν ᾧ μέλλει φοσσατεῦσαι, ἐπιτηδείου τυγχάνοντος· καὶ ὅτε ἔλθῃ ἔγγιστα πρὸς τὸ ἄπληκτον ἀπὸ τριῶν μιλίων, προϋπαντῶσι τά τε τάγματα καὶ τὰ θέματα ἐπευχόμενοι τῷ βασιλεῖ, καὶ πρὸς ἓν ἕκαστον τάγμα καὶ θέμα λέγει ὁ βασιλεὺς, ἐκνεύων πρὸς αὐτὸ, οὕτως· "καλῶς ὑμᾶς εὕρομεν. πῶς ἔχετε; πῶς ἔ 484 χουσιν αἱ νύμφαι μου, αἱ γυναῖκες ὑμῶν, καὶ τὰ παιδία; πῶς ὑμῖν τὰ ἐν τῇ ὁδῷ διηνύσθη; ἀγωνίσασθε, τοῦ Χριστοῦ στρατιῶται καὶ παιδί' ἐμὰ, ἵνα ἐν καιρῷ δέοντι ἐπιδείξησθε τὴν γενναιότητα καὶ τὴν ἀνδρείαν ὑμῶν καὶ τὴν πρὸς Θεὸν καὶ βασιλείαν ἡμῶν πίστιν ὀρθὴν καὶ ἀγάπην, ἵνα ἡ βασιλεία ἡμῶν ἀξίως τῆς ἀνδρείας καὶ γενναιότητος ὑμῶν καὶ ὀρθῆς πίστεως καὶ ἀγάπης εὔνοιαν ἀποδεξαμένη ἀνταμείψηται καὶ εὐεργετήσῃ, καὶ τιμαῖς διαφόροις τιμήσῃ, καὶ ἐξ ἀναξίων ἀξίους δείξῃ, καὶ μυρία καλὰ εἰς ὑμᾶς ἐνδείξηται." καὶ μετὰ τὸ λαλῆσαι πρὸς αὐτοὺς ταῦτα ἔρχονται ὄπιθεν τοῦ δρουγγαρίου καὶ τῶν ἐπὶ τῆς ἑταιρείας, καὶ περιπατοῦσι παρατεταγμένοι. καὶ ὅτε εὑρεθῇ στένωμα ἢ ποταμὸς, εἴτε καὶ γέφυρα, διαπερῶσι τὰ τάγματα ἔμπροσθεν· πρῶτον μὲν αἱ σχολαὶ, δεύτερον τὰ ἐξκούβιτα, τρίτον ὁ ἀριθμὸς, τέταρτον ὁ ἱκανάτος· ὁμοίως καὶ τὰ θέματα. καὶ καθὼς ὁ τύπος ἔχει, περιπατοῦσιν οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ οἱ κοιτωνῖται καὶ οἱ βασιλικοὶ εὐνοῦχοι· ὁ δὲ βασιλεὺς εὐθὺς καὶ παρ' αὐτὰ προσκαλεῖται τοὺς μαγίστρους καὶ πατρικίους, καὶ ᾧτινι ἂν κελεύῃ, συντυγχάνει, καὶ εἰς μὲν τὴν τάξιν τῶν πατρικίων περιπατοῦσιν οἱ κοιτωνῖται, ὄπιθεν δὲ ὀλίγον περιπατεῖ ὁ πρωτοβεστιάριος καὶ ὁ ἐπὶ τῆς τραπέζης, καὶ ὄπισθεν αὐτῶν ὡς λίθου βολὴν περιπατοῦσιν οἱ εὐνοῦχοι καὶ πατρίκιοι καὶ πρωτοσπαθάριοι· ἔμπροσθεν δὲ τοῦ βα 485 σιλέως περιπατοῦσιν οἱ πραιπόσιτοι καὶ τὸ κουβούκλειον, καὶ μέσον τῶν πραιποσίτων περιπατεῖ κουβικουλάριος βαστάζων τὰ τίμια καὶ ζωοποιὰ ξύλα μετὰ τῆς θήκης ἐπὶ τοῦ τραχήλου· ἔμπροσθεν δὲ τοῦ κουβουκλείου περιπατοῦσιν οἱ βασιλικοὶ, καὶ μέσον τούτων περιπατεῖ σιγνοφόρος βαστάζων σταυρὸν χρυσοῦν διάλιθον. ἔμπροσθεν δὲ τῶν βασιλικῶν περιπατοῦσιν ἀπὸ δύο σαγιττοβόλων παρασυρτὰ βασιλικὰ ἱππάρια ρʹ μετὰ σαγισμάτων ἀληθινῶν καὶ βορκαδίων δεξιὰ καὶ εὐώνυμα. καὶ δύο κανδιδάτοι, εἴτε καὶ σπαθάριοι, δεξιὰ καὶ εὐώνυμα τοῦ βασιλέως περιπατοῦσι καβαλλάριοι ὡς ἀπὸ διαστήματος μετὰ σκουταρίων, καὶ τοὺς προσερχομένους ἐπαίρουσι καὶ εἰσάγουσι πρὸς τὸν βασιλέα, καὶ ἐπερωτῶνται παρ' αὐτοῦ, ὅ,τι ἂν δέονται, καὶ ἀναλαμβάνονται τὰ δεητικὰ αὐτῶν καὶ ἀποδίδουσιν αὐτὰ εἰς τὸν ἐπὶ τῶν δεήσεων. καὶ ὅτε καταλάβῃ ὁ βασιλεὺς τὸ ἄπληκτον, ἔνθα ἡ βασιλικὴ ἵσταται κόρτη, καλεῖ τοὺς μαγίστρους, τὸν δομέστικον τῶν σχολῶν καὶ πραιποσίτους, τοὺς ἀνθυπατοπατρικίους καὶ στρατηγοὺς καὶ τοὺς ὀφφικιαλίους καὶ κλεισουράρχας, καὶ συνευφραίνεται ἐπὶ τῆς τραπέζης. ἰστέον, ὅτι εἰς τὸ ἄπληκτον, εἰ κελεύει ὁ βασιλεὺς, καθὼς πολλάκις Βασίλειος ὁ ἀοίδιμος βασιλεὺς ἐποίησε, δίδωσι τῷ μὲν στρατηγῷ ἱμάτιον ἐῤῥαμ 486 μένον μετὰ τριβλατίων, τοῖς τουρμάρχαις ἀνὰ ἱματίου ἐῤῥαμμένου μετὰ διβλατίων βδελλίων, τῷ μεράρχῃ, τῷ κόμητα τῆς κόρτης, τῷ χαρτουλαρίῳ καὶ τῷ δομεστίκῳ τοῦ θέματος δίδωσιν ἀνὰ ἱματίου ἑνὸς ἐῤῥαμμένου λιτοῦ· καὶ ταῦτα μὲν ἐν τοῖς μεγάλοις καὶ Ῥωμαϊκοῖς θέμασι τελεῖται. τῶν δὲ Ἀρμενιακῶν θεμάτων τοῖς στρατηγοῖς καὶ κλεισουράρχαις δίδωσιν, εἰ κελεύει, ἀνὰ ἱματίου ἐῤῥαμμένου μετὰ διβλατίων, ἀετῶν ἢ καὶ βασιλικίου, τοῖς δὲ μεγάλοις τούτων τουρμάρχαις λιτὰ ἐπιδίδωσιν ἱμάτια, τῷ δὲ μεράρχῃ καὶ τοῖς λοιποῖς ἀνὰ ἱματίου ἐῤῥαμμένου λιτοῦ δεκαλίου ἐπιδίδωσιν ἐκ τῶν ἀπὸ τοῦ φόρου ἀγοραζομένων. ἰστέον, ὅτι, ὅτε ἀποκινήσει ὁ βασιλεὺς εἰς τὰς ἐρήμους πρὸς τὴν Συρίαν, καταλιμπάνει τοῦλδον καὶ τὴν μίαν κόρτην καὶ τὰς περισσὰς τέντας καὶ τὰ συστελτὰ τραπέζια, καὶ ἄλλη ὅση ἂν ᾖ ἀποσκευὴ, καὶ τὰ πτωχὰ ἄλογα καὶ τὰ χωλὰ, καὶ παραλαμβάνει αὐτὰ ὁ πρωτονοτάριος τοῦ θέματος, ὅθεν ἀποβάλῃ ὁ βασιλεὺς πρὸς τὴν Συρίαν μετὰ καὶ ἀρχόντων τῶν στάβλων τῶν Μαλαγίνων, καὶ ἐκ τῶν σελλαρίων σταβλοκομήτων μετὰ τῶν συντρόφων, καὶ εἰς οἷον ἂν θέμα μέλλῃ ὁ βασιλεὺς ἐξελθεῖν ἀπὸ Συρίας, ἀντιπαραδίδωσι ταῦτα ὁ πρωτονοτάριος τῷ πρωτονοταρίῳ τοῦ θέματος ἐκείνου, καὶ σωμασκεῖ τὰ ἄλογα τὰ 487 βασιλικὰ, ἵνα, ὅταν ἐξέλθῃ ὁ βασιλεὺς ἀπὸ Συρίας, εὑρήσει αὐτὰ ἀναπεπαυμένα καὶ ἐσταβλισμένα, καὶ ἔχει πᾶσαν χρείαν βασιλικὴν ἑτοίμην. καὶ πάντες οἱ ἄρχοντες οἱ λοιποὶ οἱ παρακάτω ποιοῦσιν ἀποβολὴν καὶ συνακολουθοῦσι τῷ τούλδῳ τῷ βασιλικῷ· ὁ δὲ μινσουράτωρ ἔχει πιλωτὰ κεντουκλέϊνα ἐνδεδυμένα λινοβένετα, καθὼς