De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀμνησικάκως τὸ καὶ εἴπερ ἕλοιντο μεταχωρεῖν ἐφ' ἕτερα, πρὸς ἐκεῖνα ἴωμεν, ὡς ἂν μή τις αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος ἐκπορισθείη λόγος διὰ τοῦ καὶ κατοκνῆσαι τὸν ἀγῶνα δοκεῖν. {Α.} Ἐφῶμεν δὴ οὖν, οἴει γὰρ ὧδε ταῦτ' ἔχειν ὀρθῶς. Καὶ δὴ καὶ ἀγορευόντων ἀμαθῶς οὐσίαν εἶναι Θεοῦ τὸ ἀγέννητον, ἀλλ' εὐθύς, οἶμαι, τις καὶ πρός γε τουτὶ πλατὺ γελάσας ἐρεῖ· Εἰ τὸ ἀγέννητον οὐσία Θεοῦ, μυρία δὲ ὅσα τὰ ἀγεννήτως ὄντα κατὰ τὸν κόσμον, πᾶν εἴ τι ἀγέννητον, τοῦτό ἐστιν οὐσία Θεοῦ, ἤγουν ἕξει τὸ ἀγέννητον εἰς λόγον οὐσίας. Ἔστι τοίνυν ἀγεννήτως μὲν οἷον ἥλιος, πεποίηται δὲ κατὰ τὸν ἴσον σελήνη τρόπον, ἄστρα τε καὶ οὐρανοί· 430 παρίημι γὰρ Ἀρχάς τε καὶ Θρόνους καὶ κτίσιν ἅπασαν τὴν ὑπὲρ ἡμᾶς, οὐ διὰ γεννήσεως καθάπερ ἡμεῖς τὴν εἰς τὸ εἶναι λαχοῦσαν εἰσβολήν. Ἀλλ' οὐ πᾶν ἀγέννητον οὐσία Θεοῦ, οὔτε μὴν τοῖς ἀγεννήτως οὖσιν εἰς οὐσίας ὅρον τὸ ἀγέννητον καταλογισθείη ἄν. Τὸ ἄρα ἀγέννητον οὐκ ἂν εἰς τοῦτο παραδεξαίμεθα, τὸν ὑγιᾶ τε καὶ ἀπαράφθορον ἔτι σῴζοντες νοῦν. Ἄλλως τε-δεῖν γὰρ οἶμαι καὶ τοῦτο ἐπενεγκεῖν-εἰ τὸ ἀγέννητον οὐσία, τὸ δὲ τῆς οὐσίας ὄνομα, μήτε γένους, μήτε εἴδους, μήτε μὴν διαφορᾶς ἢ διαφορῶν ἐπενηνεγμένων, ὑποφανεῖ τοῖς ἀκροωμένοις τὸ σύμπαν οὐδέν, πλὴν ὅτι μόνον οὐσία, καταδηλούτω μηδὲν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, μήτε μὴν τοῦ μὴ γεγεννῆσθαι καταλογιζέσθω σημαντικόν, ἀλλ' ἢ ὅτι μόνον οὐσία, καὶ τίνος ἀσυμφανές· γένους γὰρ ἔτι, καὶ εἴδους, καὶ διαφορᾶς ἀμοιρεῖ. Λέγωμεν δὲ ὧδε καὶ ἐφ' Υἱοῦ τὸ τῆς γεννήσεως ὄνομα, καὶ νοείσθω μόνον οὐσία, ψιλῶς ἔτι καὶ οὐδαμόθεν διωρισμένως. Ἑκατέ ροιν οὖν ἡμῖν τοῖν ὀνομάτοιν ἁπλῶς καὶ ἀδιαστόλως ἐκπεφωνημένοιν, καὶ τὴν οὐδενὸς εἰσποιούντων ἔννοιαν πλὴν ὅτι μόνον οὐσία, τίς ἂν εἴη ἡ διαφορὰ λοιπὸν Πατρὸς πρὸς Υἱόν; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, ἐπενηνεγμένου μηδενός, οὔτε τὸ μεῖζον, καθά φησιν, οὔτε τὸ ἔλαττον, οὔτε τὸ κατατέμνον εἰς ἑτερότητα τὴν κατά τι γοῦν ὅλως διακεκτήσεται, ἀλλ' ἢ εἰσάπαν ὁμοιότης οὐσίᾳ πρὸς οὐσίαν ἐνδοιασμοῦ τινος δίχα προσείη ἄν, κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμόν, ἔστ' ἂν οὐσίαι νοῶνται μόνον καὶ ὀνο μάζωνται. Οὐκοῦν ἀτέχνως καὶ ἀδιακρίτως οὐσίαν τοῦ Θεοῦ τὸ ἀγέννητον ἐκδεξάμενοι, κατερυθριάτωσαν ἀμαθαίνοντες, καὶ μὴ ἐπιτείχισμα τῇ τοῦ Υἱοῦ φύσει τὴν λέξιν ἀναδει μάμενοι τῶν τῆς ἀληθείας καθυλακτούντων δογμάτων, τὴν οὐδαμόθεν ἡμῖν ὁρωμένην διαφορὰν ὡς ἐμφανῆ παραφέ ροντες, εἰ μήτε τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ μὴ γεννηθῆναι τυχόν, μήτε μὴν θάτερον ἐφ' Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, οὐσίαι δὲ ἄμφω, καὶ τοῦτο ἀδιαστόλως. Παρέδειξε γὰρ ἀρτίως ἡμῖν ὁ λόγος ὡς διΐστησιν οὐδὲν οὐσίαν οὐσίας, εἴς γε τὸ ἑτεροίως ἔχειν, καθό φαμέν τε εἶναι καὶ νοοῦμεν οὐσίας. Οἴει δὴ οὖν ἄρα σαφῆ τε εἶναι καὶ ὑγιᾶ τὸν λόγον, ἢ ἐπανορθώσῃ καὶ μεθαρμόσεις ἐπὶ τὸ ἄμεινον; {Β.} Οὐδαμῶς. Ἔχει γὰρ ὀρθῶς. {Α.} Εἰ δὲ δὴ καὶ ἐκκλέψειαν αὐτοὶ τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεννηθῆναι τὴν δήλωσιν καὶ οὐσίαν ἁπλῶς 431 ὑπάρχειν ἐνστήσονται, ποῖος ἂν ἡμῖν ἐκδυσωπήσειε λογισμὸς τοὺς ἐθέλοντας ἀφελεῖν τοῦ γεννητοῦ τὴν γέννησιν καὶ εἰς οὐσίας αὐτὸ καταγράφειν δύναμιν, καθάπερ ἀμέλει καὶ αὐτοὶ τὸ ἀγέννητος; Εἶτα πῶς ἔτι διαγνωσόμεθα καὶ ποῖος ἡμῖν ἀποτεμεῖ λόγος τὴν ἐν προσώπῳ τε καὶ ὑποστάσει διαφορὰν τοῦ Πατρὸς πρὸς Υἱόν, ἤγουν τοῦ Υἱοῦ πρὸς Πατέρα; Τίς γὰρ ὁ γεννήσας ἔτι, καὶ τίς ὁ γεγεννημένος, ἀσυμφανὲς ἤδη πως. Φροῦδος δὴ οὖν ὁ σύμπας ἡμῖν τῆς πίστεως διοίχεται λόγος. Πόθεν γὰρ ἔτι καὶ πῶς εἴς τε τὸν Πατέρα καὶ τὸν Υἱὸν πιστεύομεν ὡς εἰς γεννήτορα καὶ γεγεννημένον; Οὐ γὰρ ψιλὴν καὶ περεφθαρμένην ἔν γε δὴ μάλιστα τουτοισὶ τὴν τῶν ὀνομάτων σημασίαν παρα δεξόμεθα, πολλοῦ γε καὶ δεῖ. Φαίην δ' ἂν εἰκότως ὡς ἀκριβῆ τε καὶ ἀναγκαίαν, εἴπερ ἐστὶν ἡμῖν εἰς ἀλήθειαν ἡ πίστις καὶ θεογνωσίας τῆς ὄντως οὐ διημαρτήκαμεν, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βεβαπτισμένοι. {Β.} Εὖ λέγεις· ἐπυθόμην δὲ ὅτι κἀκεῖνό φασιν, ὅτι κέκληται Πατὴρ ὡς δημιουργὸς καὶ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις οἱονεί τις ἀρχὴ καὶ γένεσις