27
διδόντι, καὶ τὰ τῆς πρὸς ἕκαστον ἐκείνων τιμῆς τε καὶ ὑποπτώσεως ἦσαν ὡς, ὀλίγον τὸ μεταξὺ διελθεῖν, καὶ πάντας ἔχειν ἐκείνους ἐκ τῶν ῥινῶν καὶ ἄγειν δύνασθαι ὅπῃ βούλοιτο. Οὐδὲ γὰρ ἦν, οὐκ ἦν ἐκείνων ὅστις οὐ δι' εὐφήμου μνήμης ἐκεῖνον μὴ παρόντα ἐπὶ τοῦ κοινοῦ συνεδρίου ἐποίει καὶ ὃς οὐκ ἠξίου ὑπὲρ τοὺς ἄλλους τὸν Παλαιολόγον ἐπὶ τῶν κοινῶν εἶναι κατασταθέντα, πλὴν καὶ ἐπὶ μεγίσταις ἀξίαις καὶ βασιλεωπάτορα φημιζόμενον. Ταῦτα δ' ἦσαν αἱ νυκτεριναὶ πρὸς ἐκείνους πέμψεις καὶ σκέψεις καὶ πρὸς τὸ μέλλον ὑποσχέσεις μεγίσταις συγκροτήσεσι.
κζʹ. Ὅπως κατεδημαγώγουν τοὺς πλείστους οἱ ὑπὲρ τοῦ μεγάλου δουκὸς λέγοντες καὶ δεσπότης γέγονεν. Τῷ γὰρ ὑπούλῳ τῆς γνώμης καὶ τῷ τῶν τρόπων θωπευτικῷ οὕτως ἑάλωσαν πάντες ὡς, ἐκκλησίας γενομένης, ἐφ' ᾧ τοὺς ἱεράρχας συνάμα τοῖς ἐν τέλει περὶ τῆς ἀρχῆς σκέπτεσθαικαὶ ὁ καιρὸς ἐζήτει τὸν τῶν πραγμάτων ἀφηγησόμενον, τοὺς τοῦ ἱεροῦ καταλόγου πάντας ὑπὲρ ἐκείνου λέγειν καὶ μὴ λαλοῦντος· ὡς οὐ χρὴ τὸν τῆς βασιλείας ἐπίτροπον, καὶ ταῦτα τοιοῦτον ὄντα, κατὰ τοὺς ἄλλους εἶναι, ἀλλ' ἐξῃρημένον τῶν πολλῶν, μεγίστῳ σεμνύνεσθαι καὶ βασιλικῷ ἀξιώματι. Ἐπὶ τί γὰρ καὶ φροντίζων ὁσημέραι πονοίη καὶ φόβον ἐφ' ἑαυτὸν τὸν μέγιστον ἕλκοι, εἰ μή τι καὶ κερδαίνειν ἔχοι ὁ τόσον ὄχλον ἀναδεξάμενος; Καὶ ἄλλως οὕτως αὐτῷ καὶ τὸ τῆς ἐπιταγῆς ἀνυστόν, εἴπερ ὑπὲρ τοὺς ἄλλους ὢν ἐπιτάττοι. Καλὸν σεμνύνεσθαι δεσποτείᾳ τὸν τοῦ βασιλέως ἐπίτροπον· οὕτω γὰρ καὶ αὐτὸς 107 τηρήσει τὰ τῆς εὐνοίας ἀθόλωτα πρὸς τὸν ἐκ γένους βασιλεύοντα, ἀξίαν νομί ζων ἀμοιβὴν τὸ ἀξίωμα. Τί δὲ καὶ ξένον κεκλῆσθαι δεσπότῃ ᾧ δὴ καὶ ὁ πρὸς μητρὸς πάππος δεσπότης ἦν καὶ κατ' Ἰταλῶν κατώρθου τὰ μέγιστα; Ἦ γὰρ οὐκ οἴδαμεν τοῦτον ὡς θεοφιλῆ, ὡς ζῆλον ἔχοντα τοῦ καλοῦ, ὡς φιλομόναχον καὶ τὰ τῆς ἐκκλησίας ἐκτόπως σέβοντα; Μαρτυρεῖ τὸ προσὸν αὐτῷ ταπεινὸν καὶ δημοτικὸν καὶ ἱλαρὸν πρὸς ἅπαντας, τὸ δέ γε φιλόδωρόν τε καὶ μεταδοτικὸν τὸ τῆς περιουσίας πενέστατον παραστήσει, ὥστε καλῶς ἂν ἔχοι καὶ συμφερόντως τοῖς πράγμασιν, εἰ πρὸς τῇ βασιλεωπατορίᾳ καὶ ἀξίως τιμῷτο ὁ ἐπιτροπεύων τοῦ βασιλεύοντος. Ταῦτά τινων προτεινόντων, πολλοὶ μὲν τῶν ἀρχιερέων ὡς δικαίοις δοκοῦσι τοῖς λόγοις συνῄνουν, καὶ τῶν ἐν τέλει τισὶ συνεδέδοκτο· οἱ ἄλλοι δὲ διεφιλονείκουν καὶ τὰς γνώμας ἀλλήλοις οὐμενοῦν οὐ συνέβαινον. Οἱ μὲν γάρ, καὶ μᾶλλον οἱ ἐκ τῶν Λασκαρίων Τζαμάντουροι, σὺν οἷς καὶ ὁ Νοστόγγος Γεώργιος, τὸ μὲν βασιλεωπάτορα καὶ εἶναι καὶ ὀνομάζεσθαι μόλις μέν, ἀλλ' ὅμως καὶ μὴ θέλοντες ἐνεδίδουν, ἱκανὸν δ' εἶναι τῷ ἐπιτρόπῳ τὸ τῆς δουκικῆς μεγαλεῖον ἀξίας διισχυρίζοντο· ὀφφικίῳ δὲ βασιλείας φέροντι ὄνομα σεμνύνεσθαι τοῦτον καὶ τοιαύταις ἀξίαις τιμᾶσθαι κρείττοσιν ἢ κατ' αὐτόν, μὴ καὶ ἐπὶ τοῖς μεγίστοις τε καὶ τιμίοις παράβασις εἴη· εἶναι γὰρ βασιλίδας ὡραίας γάμων, ἃς ἀνάγκη γαμεῖσθαι τοῖς προέχειν δοκοῦσιν· εἰ δ' οὖν, ἀλλ' αὐταῖς ἐξ αὐτῶν μέγα τὸ δίκαιον ἔχειν τοιούτοις μετὰ τῶν συζύγων σεμνύνεσθαι ἀξιώμασιν, αὐταδέλφαις βασιλέως οὔσαις καὶ βασιλίσιν ἐκ τριγονίας ἢ καὶ τετραγονίας μᾶλλον βασιλικῆς. Οἱ ἀμφὶ τὸν Στρατηγόπουλον δὲ Ἀλέξιον καὶ οἱ τοῦ Φιλῆ, καὶ σὺν αὐτοῖς οἱ Τορνίκιοι καὶ οἱ τυφλοὶ μᾶλλον, οἳ δὴ καὶ παθόντες ἀμύνειν ἤθελον, σὺν δ' αὐτοῖς καὶ ὅσοι κατὰ συγγένειαν ἢ οὖσαν ἢ ἐλπιζομένην τοῖς Παλαιολόγοις προσέκειντο, ἰσχυρῶς ἀντέσπων, δίκαιον εἶναι λέγοντες καὶ ἄλλως συμφέρον τὸν ἐγγὺς βασιλέως ὄντα καὶ πατρὸς ὄνομα φέροντα τιμᾶσθαι καὶ δεσποτείᾳ· οὕτω γὰρ εἶναι τὸ συγκεχωρηκὸς αὐτῷ παρὰ 109 πάντων καὶ οὕτω τὰ πράγματα διιθύνεσθαι. Παιδὶ γὰρ μὴ οἵῳ τε φρονεῖν τίς ἂν καὶ προσέξοι; Εἰ δὲ καὶ ὁ ἀντ' ἐκείνου προστάσσων ἰδιώτης εἴη, οὐδὲν τὸ πρὸς ἀνάγκην πεῖθον ἐσεῖται. Μιμητέον τοίνυν τοὺς ἐπὶ τῶν νεῶν· ἐκεῖνοι γὰρ καθ' αὑτοὺς τὸ ἐλεύθερον ἔχοντες καὶ αὐτόγνωμον, κατὰ πλοῦν ἀναγκαῖον ἐμβάντες, ἐπίτροπον ἐκλεξάμενοι ἐφιστᾶσι τοῖς σφῶν πράγμασιν, ᾧ δὴ καὶ πείθονται δουλωθέντες ἑκόντες, εἴ τι καὶ λέγοι· ὁ δέ γ' ἀπειθῶν δίδωσι τὰς δίκας