1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

27

καὶ δεκάδος φυσικὰ ἰδιώματα, πῶς ἡ τριὰς παράγεται, τίς ἡ πρόοδος, πῶς δι' ὅλων διατείνει τῶν θείων γενῶν. Ἡ δέ γε μουσικὴ θελγήτροις ἀρρήτοις πρὸς ἑαυτὴν ἐπισπᾶται καί πως ἀναπέφυκα πρὸς αὐτὴν καὶ ᾠκείωμαι· οὐκ ἐπιπολῆς δὲ ταύτης ἵσταμαι οὐδὲ τοὺς τύπους μόνους τῶν λέξεων, τῶν μέτρων, τῶν ἐντέχνων κινήσεων περιείργασμαι, ἀλλὰ καὶ τὰς δυνάμεις ταύτης ἐζήτηκα καὶ τὰς ἐνεργείας καὶ τὰ αἴτια καὶ τὴν τῶν ῥυθμῶν οὐσίαν, τίνες τε τούτων οἱ ὀρθοὶ καὶ τίνες οἱ μὴ οὕτως ἔχοντες, ποδαπὸν δὲ αὐτῶν τὸ κάλλος καὶ ὅ τι συμφυὲς τῇ ζωῇ τῆς ψυχῆς. Οὐ τὰ γένη δὲ μόνον ζητῶ τῶν ἐπιστημῶν, ἀλλὰ καὶ εἴ τινες ἐκεῖθεν ἐρρύησαν ῥύακες. τὴν δέ γε ὑπερκειμένην σοφίαν, ἥτις ταῖς ἄλλαις πρεσβεύει καὶ «δίδωσι τὰς ἀρχὰς» καὶ ἑρμηνεύει τὰ ἀξιώματα καὶ καθαρῶς ἐστιν ἄϋλος καὶ μετὰ τὴν φυσικὴν τέτακται, οὐ ζητῶ μόνον, ἀλλὰ καὶ τιμῶ καὶ σεβάζομαι, εἴτε διαλεκτικήν τις ταύτην καλεῖν βούλοιτο ἄνωθεν ὁρῶσαν «τὴν λογικὴν πραγματείαν», εἴτε σοφίαν ἁπλῶς· τὸ γὰρ ἕτερον ὄνομα ἐπί τι μέρος τῆς λογικῆς κατέσπασαν οἱ νεώτεροι τῶν σοφῶν. 28. Ἄγαμαι δὲ καὶ τὴν διὰ τῶν συλλογισμῶν ἀπόδειξιν, οὐ μόνον ὅσοι ἐκ τῶν καθ' αὑτὰ συμπεραίνονται, ἀλλὰ καὶ ὅσοι ἐπαγωγικὴν καὶ ὑστέραν τὴν προχείρισιν ἔχουσι. τοῖς δὲ σοφίσμασι τοσοῦτον χρῶμαι ὅσον μὴ τούτοις ἁλίσκεσθαι μηδὲ συντίθεσθαι ὅτι «ταὐτὸν ἐπιστήμη τε καὶ σοφία» ἢ ἐπιστήμῃ μὲν ἐπιστήμονες οἱ σοφοί, σοφοὶ δὲ σοφίᾳ οἱ ἐπιστήμονες, οὐδ' ὅτι μόνος ὁ «ἄνθρωπος» ζῶον εἰ μόνος «γελαστικόν», πᾶν δὲ γελαστικὸν ζῶον. ταῦτά με ἕλκει καὶ ἔτι μᾶλλον ἡ τῶν κρυφιωτέρων κατάληψις, τί πρόνοια καὶ εἱμαρμένη καὶ εἰ ὅλως ἐν οὐσίᾳ τὸ δεύτερον, τί τὸ ἀκίνητον, τί δὲ τὸ αὐτοκίνητον καὶ πότερον εἰσδέχεταί τι ἀπὸ τῆς γενέσεως εἰς ἑαυτὴν ἡ ψυχή, ἢ «οὐδ' ὁπωστιοῦν». ∆ιαπορεῖται δέ μοι καὶ περὶ τοῦ κοινοῦ ζῴου εἰ ἀντιλαμβάνεται ἐσαεὶ ταύτης τῶν γνώσεων, καὶ εἴ ἐστιν οὐσία τῆς ψυχῆς ἡ ἀθανασία ἢ ἄλλως ἐπισυμβέβηκε. περὶ δέ γε τοῦ ἀθάνατον αὐτὴν εἶναι καὶ πλεῖστά μοι πεφιλοσόφηται ἀπὸ τῆς πρὸς τὸ Θεῖον ἀφομοιώσεως, ἀπὸ τοῦ τἀναντία μὴ ἐπιδέχεσθαι, ἀπὸ τῆς ἐπιστροφῆς, ἀπὸ τῆς ἐν τοῖς ὕπνοις κινήσεως καὶ <τῆς> ἐλλάμψεως. ζητῶ δὲ καὶ εἴ τις ἐστὶν αὐτῇ σύνδεσμος πρὸς τὸ σῶμα οὗ δὴ πρῶτον ὡς δευτέρας ζωῆς ἐπιβέβηκε, τίς ἡ μίξις πρὸς αὐτὴν τοῦ ἀλόγου, τί τὸ ἀκρότατον ἐν τῇ ἀποκαταστάσει τέλος, τίς ἡ κρίσις, τίς ἡ λῆξις, πόθεν γίνεται, τί ποτέ ἐστι, τί δύναται, πόσα ἐνεργεῖ, τίς ἡ πρὸς τὸν νοῦν αὐτῆς μίξις, τίς ἡ ἐπιστροφὴ καί, ἵνα μὴ καθέκαστον λέγω περὶ αὐτῆς, ὅλος ὑπὸ τῶν ζητημάτων ὑφήρπασμαι. Ἀλλ' οὐδὲ μέχρι τούτου τὴν πολυπραγμοσύνην ἱστῶ, ἀλλὰ τῶν ἀστρολογησάντων ἀκούων τοὺς μὲν τῶν ἀστέρων ὥσπερ ἐξυβριζόντων, τοῖς δὲ μονονουχὶ θυόντων, διαποροῦμαι πόθεν ἑκατέροις τὸ παραλλάττον ἐφήκει ἢ πῶς πρὸς τὸν ἐκείνων σχηματισμὸν μετρεῖται ἡ γένεσις καὶ καθίσταται. ἀπέπτυσται γοῦν μοι ταῦτα, ὡς μήτε σαφῆ μήτε ἀληθῆ καὶ τοσοῦτον ἀπὸ τῆς περιεργίας ἐκέρδησα ὅσον ἀπὸ τῆς περὶ αὐτὰ γνώσεως ἐκείνων κατηγορεῖν. ἀπείρηται γοῦν μοι τὸ ἐκεῖθέν τινας πλάττεσθαί τε καὶ μεταπλάττεσθαι, διαβέβληνται δέ μοι καὶ οἱ χαρακτῆρες καὶ τὰ συνθήματα, αἵ τε εἰσκρίσεις καὶ ἡ τῶν θειοτέρων σωμάτων καταγωγή. τὸ δ' ἀληθεύειν περὶ τοῦ μέλλοντος οὔτε σχηματισμοῖς δίδωμι οὔτε πλάσεσιν, οὐ φωναῖς ὀρνίθων, οὐ πτήσεσιν οὐ κλαγγαῖς οὐ κινήσεσιν, οὐκ ἀσήμοις ἤχοις, οὐ λόγοις θυραίοις, οὐχ ὅσοις ὁ Ἑλληνικὸς λόγος περιπεπλάνηται· εἰ δέ μοι ἡ τῶν κανόνων πολυπραγμονεῖται ἀκρίβεια τῆς ἀστρονομουμένης σφαίρας, ἀλλά γε τοῦτο φιλόκαλον ὁμοῦ καὶ φιλόσοφον· κἂν εἰ περὶ ἀρχῶν ζητῶ καὶ πηγῶν, καὶ τοῦτο ψυχαῖς φιλοθεάμοσιν ἐφετόν. Ἱερατικὴν δὲ τέχνην οἶδα μὲν ἥτις ἐστίν, «ἐρίῳ» δὲ «στέψας» ἐξήλασα. λίθοις δὲ καὶ πόαις δυνάμεις μὲν ἀρρήτους καταμεμάθηκα, τὴν δὲ περίεργον τούτων χρῆσιν μακρὰν ἀπωσάμην.