«ἦν ἐν ἀρχῇ», οὕτως καὶ «πρὸς τὸν θεὸν» «ἐν ἀρχῇ ἦν». Καὶ «πάντα δι' αὐτοῦ ἐγένετο» ὄντος «ἐν τῇ ἀρχῇ»· «πάντα» γὰρ «ἐν σοφίᾳ» ὁ θεὸς κατὰ τὸν ∆αβὶδ ἐποίησε. 1.39.291 Καὶ ἔτι εἰς τὸ παραδέξασθαι τὸν λόγον ἰδίαν περιγρα φὴν ἔχοντα, οἷον τυγχάνοντα ζῆν καθ' ἑαυτόν, λεκτέον καὶ περὶ δυνάμεων, οὐ μόνον δυνάμεως· «Τάδε γὰρ λέγει κύριος τῶν δυνάμεων» πολλαχοῦ κεῖται, λογικῶν τινων θείων ζῴων δυνάμεων ὀνομαζομένων, ὧν ἡ ἀνωτέρω καὶ κρείττων Χριστὸς ἦν, οὐ μόνον σοφία θεοῦ ἀλλὰ καὶ δύναμις προσαγο ρευόμενος. 1.39.292 Ὥσπερ οὖν δυνάμεις θεοῦ πλείονές εἰσιν, ὧν ἑκάστη κατὰ περιγραφήν, ὧν διαφέρει ὁ σωτήρ, οὕτως καὶ λόγος-εἰ καὶ ὁ παρ' ἡμῖν οὐκ ἔστι κατὰ περιγραφὴν ἐκτὸς ἡμῶν-νοηθήσεται ὁ Χριστὸς διὰ τὰ προεξητασμένα, ἐν ἀρχῇ, τῇ σοφίᾳ, τὴν ὑπόστασιν ἔχων. Ταῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος.» 2.t.1 ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ Βʹ 2.1.n Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2.1.1 Αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων διαλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἡ ἀρχή, ἐν ᾗ ἦν ὁ λόγος, τίς τε ὁ λόγος ὁ ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκο ποῦμεν πῶς «ὁ λόγος ἦν πρὸς τὸν θεόν». 2.1.2 Χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμ μένον γεγονέναι πρός τινας, οἷον «λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί» καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶἹερουσαλήμ» καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας». 2.1.3 Πῶς οὖν λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν «ὁ λόγος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας», ἐπισκοπητέον, ἵν' ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς «ὁ λόγος ἦν πρὸς τὸν θεόν». 2.1.4 Ὁ μὲν οὖν πολὺς ἁπλούστερον ἐκλήψεται τὰ περὶ τῶν προφητῶν εἰρημένα ὡς λόγου κυρίου ἢ τοῦ λόγου γενομένου πρὸς αὐτούς. Μήποτε δέ, ὥς φαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως ὁ νῦν θεολογούμενος «υἱὸς λόγος» ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν· κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σῳζόμενον-Ὠσηὲ γὰρ ἑρμηνεύεται «σῳζόμενος»-υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται «φρέατα»· πηγῆς γὰρ ἐκ βάθους ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σῳζομένων υἱὸς γίνεται. 2.1.5 Καὶ οὐδὲν θαυμαστὸν οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πολλαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ «τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων» φωτός, παρὰ δὲ τὸ ἔχειν τὴν «εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέ χουσαν πάντα νοῦν» εἰρήνης· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, «τέκνον σοφίας»· «ἐδικαιώθη, γάρ φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς». 2.1.6 Οὕτως οὖν ὁ πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὥστε ἀπο φθέγξασθαι αὐτόν· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ», δύναται εἶναι «φρεάτων υἱός», πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται. 2.1.7 Ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐαν ἔρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντη σόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα· ἑρμηνεύεται γὰρ «μετεωρισμὸς Ἰαώ». 2.1.8 Ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· «πρὸς δὲ τὸν θεὸν» οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν»· οὐ γὰρ «Ἐγένετο πρὸς τὸν θεόν». 2.1.9 Καὶ ταὐτὸν ῥῆμα τὸ «ἦν» τοῦ λόγου κατηγορεῖται, ὅτε «ἐν ἀρχῇ ἦν» καὶ ὅτε «πρὸς τὸν θεὸν ἦν», οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι «ἐν ἀρχῇ» γινόμενος «ἐν ἀρχῇ» οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν «πρὸς τὸν θεὸν» ἐπὶ τὸ «πρὸς τὸν θεὸν» εἶναι γινόμενος· πρὸ γὰρ παντὸς χρόνου καὶ αἰῶνος «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ «ὁ λόγος