ποιήσαντι διαβόλῳ, ὡς ἀδελφῷ ὑπείκειν, εἰς τὸ συναπολέσθαι αὐτῷ. -Κρείσσων ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τὸν συναπτόμε νόν μοι μόνον διὰ τῆς φύσεως. Τοῦ ἀνθρώπου οἶκος, ἡ ἀρετή· ἐὰν οὖν μὴ σπου δαίως ταύτης ἐπιμελῆται, ἐν καιρῷ πειρασμῶν ἐκ πίπτει αὐτῆς. Συκῆ ἐνταῦθα ἡ δικαιοσύνη ἡ τοῦ Θεοῦ ἐστιν, ἣν οἱ φυτεύοντες ἐν ἑαυτοῖς, καὶ ἑτέροις μετάφυτα δι δόντες, τὸν καρπὸν αὐτῆς φάγονται ἐκ χειρὸς Κυρίου τοῦ μόνου δικαίου καὶ τὴν δικαιοσύνην βραβεύσαν τος· καὶ τοῖς τὴν δικαιοσύνην αὐτοῦ φυλάξασι σὺν ἑαυτῷ συντάττων, ἀπονέμει δικαιοσύνην, τὴν καὶ ἀγγέλους δικαιοῦσαν, ἐν τῇ ἀτρέπτῳ τῆς δικαιο σύνης λαμπρότητι· ὃς δὲ φυλάσσει τὸν λόγον τοῦ Κυρίου, τὸν Κύριον φυλάσσει ἐν τῇ καρδίᾳ αὑτοῦ ἀχώριστον εἶναι ἀπ' αὐτοῦ· τιμηθήσεται δὲ οὐ μό νον ἐντεῦθεν ὑπὸ τῶν ἀγγέλων, ἀλλὰ καὶ ἐν τῷ μέλ λοντι ὑπὸ τοῦ τῶν ἀγγέλων δημιουργοῦ. Οἷον, οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα. Τῶν τοῦ Θεοῦ ῥημάτων, τὰ μὲν εἰς υἱῶν ζωὴν, τὰ δὲ εἰς θεραπόντων γέγραπται. Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκο φαντεῖ πτωχοὺς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἐν ἀσε βείαις συμπράττειν, συκοφαντεῖ αὐτοὺς πρὸς τὸν Θεὸν, τουτέστιν ἀντιδιαβάλλει, ὅπως συναπολεσθῶσιν αὐτῷ. Ὁ λαῦρος ὑετὸς οὐ μόνον τοὺς καρποὺς ἀπόλλυσιν, ἀλλὰ καὶ τὸ πρόσωπον τῆς γῆς, τὸ τοὺς καρποὺς δι δοῦν, ἐξεδαφίζει· ἔστι δὲ καὶ ὑετὸς εἰρηνικὸς, ποιῶν 17.244 εὐθαλὲς τὸ πρόσωπον τῆς γῆς, καὶ τρέφων καὶ ζωο γονῶν τοὺς ἐν αὐτῇ καρπούς· καὶ ὁ μὲν λαῦρος, διὰ τὴν ἀπώλειαν τῶν καρπῶν ἀποκτείνει τοὺς ἀνθρώπους, ὁ δὲ εἰρηνικὸς, διὰ τῶν καρπῶν ζωο γονεῖ. Ἔστι καὶ νόμος παράνομος, καὶ νόμος δίκαιος· καὶ ὁ μὲν παράνομος τοὺς αὐτῷ πειθομένους ἀπο λεῖ· ὁ δὲ δίκαιος οὐ μόνον μακρότητα ἡμερῶν δωρεῖ ται, ἀλλὰ καὶ βασιλείας οὐρανῶν πρόξενος γίνεται τοῖς αὐτῷ ὑπείκουσιν, ὅτι τοῦ Θεοῦ ἐστι· πᾶς δὲ ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ τὸν νόμον αὐτοῦ, καὶ ποιεῖ τὰ τοῦ νόμου· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον, ἀπά θειαν κτᾶται καὶ γνῶσιν Θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ Θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λο γικήν. Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπο λέσουσιν αὐτὸν, δῆλον ὡς κακίαν ἀπολλύουσιν οἱ δί καιοι καὶ σοφοὶ, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς ἀρετὴν ἐπανάγοντες. Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχὴν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον Θεὸς, τοῦ ἐκκλίνοντος τὸ οὖς αὑτοῦ, καὶ μὴ εἰσακούειν ποιοῦντος τοῦ νόμου· καὶ ὁ Παῦλός φησι· Προειδοῦσα δὲ ἡ Γραφὴ τὸ μέλλον, ἀντὶ τοῦ, Ὁ τὴν Γραφὴν δεδωκὼς προῄδει τὸ μέλλον. Ὁ τὰ ἐνσπειρόμενα ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τοῦ πονηροῦ κακὰ, μὴ ἐξαγγέλλων αὐτὰ Κυρίῳ τῷ Θεῷ ἢ θεοφιλεῖ ἀνθρώπῳ, οὐκ εὐοδωθήσεται ἐν τῇ κατὰ τοῦ πονηροῦ νίκῃ· ὁ δὲ ἐξαγγέλλων ἀγαπη θήσεται ὑπὸ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ Ἰάκωβός φησιν· Ἀλλήλοις ἐξαγγέλλετε τὰ παραπτώματα ὑμῶν, ὅπως ἰαθῆτε· καὶ ὁ Ψαλμῳδὸς εἶπεν· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου Κυ ρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως, εἰσὶν αἱ κα κίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσ οδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ· συκοφαντοῦνται δὲ τῷ Θεῷ οἱ τῷ πονηρῷ πειθαρχοῦντες· ὅτι οὐ τῷ Θεῷ, ἀλλὰ τῷ ἐχθρῷ αὐτοῦ τῷ διαβόλῳ ὑπόκεινται· ἐπεὶ δὲ ὁ Θεὸς μισεῖ τὸν διάβολον διὰ τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, αὐτὸς πάλιν διὰ τῶν ἔργων αὐτοῦ συκο φαντεῖ τοὺς ἀνθρώπους πρὸς τὸν Θεόν· ὁ δὲ μισῶν ἀδικῆσαι τὴν ψυχὴν αὑτοῦ, τὸν μακρὸν τοῦ ἀπεράν του αἰῶνος χρόνον βιώσεται. Ἄνδρα ἐνταῦθα φονέα τὸν διάβολόν φησιν· ὁ δὲ ἐγγυώμενος τὴν ἀδικίαν, ἐγγυᾶται τὸν Σατανᾶν. ὑπισχνούμενος αὐτῷ ἐκεῖνος, τοὺς τῆς ἀδικίας ἀπο δώσειν καρπούς. -Ἔθνος