νοηταῖς εὐοσμίαις αἱ τῶν βασιλέων ηυφρανάν σε θυγατέρες, τουτέστιν ἐν τῷ καιρῷ, καθ' ον εδει τιμηθῆναί σε παρ' αὐτῶν. Οτε γὰρ κέκληνται, τότε καὶ τε τιμήκασιν. ̓Απὸ τούτων δὲ τῶν ἀρωμάτων καὶ τὸ νομικὸν συνεχεῖτο ελαιον, ἀφ' ου ἱερεῖς ἐχρίοντο, καὶ ἡ σκηνὴ καὶ σκεύη λει τουργικά. -Οἱ αγιοι μαθηταὶ ......... τοῦ Θεοῦ. Καὶ αλλως δὲ ἡ σμύρνα τῆς τα φῆς ἐστι σύμβολον, ὡς ὁ εὐαγγελιστὴς ἐδί δαξε, εἰπὼν ὑπὸ ̓Ιωσὴφ τοῦ ̓Αριμαθαίου ἐντεταφίασθαι τὸν ̓Ιησοῦν μετὰ τῆς σμύρ νης καὶ ἀλόης. - ̔Η δὲ στακτὴ καὶ αὐτῆς σμύρνης ἐστὶ τὸ λεπτότερον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, οσον μὲν αὐτόῤῥυτον εἰς τὴν στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτε ρον ἀπομένον, σμύρνα προσαγορεύεται. Ων τὸ μὲν πάθος δηλοῖ, τὸ δὲ τὴν εἰς ᾳδου κατάβασιν, ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω καταφέρεται. Κατῆλθε γὰρ, ινα πλη ρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. - ̔Η δὲ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ἐν ξυλώδει κάρφει περιτεινόμενος. Παρῃνίξατο διὰ τὴν τῆς σαρκὸς περὶ τοῦ ξύλου οἰκο νομίαν. ̓Εκ δὲ ταύτης τῆς αἰτίας καὶ εὐ γενεῖς καὶ βασιλικαὶ ψυχαὶ, διὰ τὴν εἰς ἡμᾶς συγκατάβασιν εὐγνώμονες ουσαι, τὸν Χριστὸν ηυφρανον πλουσίως, προσέτι τοῖς ἱματίοις τοῦ Χριστοῦ ἀπὸ πλουσίων οἰκοδο μημάτων φερόμεναι. Βάρεις γὰρ οἱ μέγιστοι τῶν οικων λέγονται καὶ τούτων ἐλεφαντί νων, διὰ τὸ πλουσίαν ειναι τὴν τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπην. ̔Η δὲ βασίλισσα, ἡ μήτηρ τῶν θυγατέρων, παρέστη ἐκ δεξιῶν, ἡ καθολικὴ ἐκκλησία. Κυριώτερον δὲ ειποις ἐπουράνιον, ητις ἐστι μήτηρ τῶν ἐπὶ γῆς ἁγίων, Παύλου λέγον τος· ̔Η ανω ̔Ιερουσαλὴμ ἐλευθέρα ἐστὶν, ητις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ' αὐτὴν πόλιν Θεοῦ ζῶντος καὶ τὰ ἑξῆς. Αυτη μὲν ουν ἡ τελεία Χριστοῦ νύμφη, ης οὐκ αν ἁμάρτοις, θυγατέραν λέγων τὴν ἐπὶ γῆς ἐκκλησίαν. Βασίλισσα δὲ ἐκείνη, ὡς συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ, καὶ τὸ βασιλικὸν καὶ φωτοειδὲς τῆς ἀφθαρσίας ενδυμα φέρουσα. -∆εξιὰν δὲ χώραν τοῦ Χριστοῦ λαμβάνει, διακρίνοντος ἀπὸ τῶν φαυλῶν καὶ τῶν ἀγα θῶν, ὡς ὁ ποιμὴν ἀπὸ τῶν ἐρίφων τοῦ προ βάτου. Παρίσταται ουν ἐν ἱματισμοῖς δια χρύσοις, ἐν δόγμασι νοεροῖς καθυφασμένη, καὶ περιπεποικιλμένη ταῖς διαφοραῖς τῶν ἀρετῶν. - Τὸ δὲ βεβλημένη, πεποικιλ μένη ουτε ἐν τῷ ἑβραϊκῷ, ουτε παρὰ τῶν αλλων φέρεται. 44.11-14 Ακουσον, Θυγάτερ, καὶ ιδε, καὶ κλῖνον τὸ ους σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οικου τοῦ πατρός σου· οτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, οτι αὐτός ἐστιν ὁ Κύριός σου. Καὶ προσκυνή σουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς. Πᾶσα ἡ δόξα αὐτῆς θυ γατρὸς βασιλέως ̓Εσεβὼν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. ̔Ο μὲν ̓Ακύλας προσεκύνησεν ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος προσκυνήσεις, καὶ μὴ προ τροπῇ τῆς πρὸς αὐτὴν προσκυνήσεως. - Μυσταγωγοῦσι τὴν βασιλίδα, ὡς αν ειη τῷ νυμφίῳ κεχρισμένη. Εστι δὲ τὸ ἀκοῦσαι πρῶτον, ειτα δὲ γνῶναι. Θυγατέρα δὲ κα λοῦσιν τὴν ἐκκλησίαν, ατε δὴ αὐτὴν προ κοσμιθεῖσαν τῷ οὐρανίῳ νυμφίῳ. Θεοῦ γὰρ γεγόνασιν συνεργοὶ Θεοῦ διάκονοι, καταλ λάσσοντες αὐτῷ διὰ τῆς πίστεως τὴν ὑπ' οὐ ρανῶν, τὴν ἐξ ἐθνῶν, φησὶν, ἐκκλησίαν· οὐ γὰρ ἀνῃρήθη ἡ ἐξ ̓Ισραήλ. ̔Ημεῖς ουν ημεν ποτὲ ἀνόητοι, καὶ τέκνα ὀργῆς, καὶ ησαν ἡμῖν οἱ εἰδωλολάτραι λαός. Ουτω ποτὲ καὶ τῷ ̓Αβραὰμ ἐλέγετο· Εξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας, καὶ ἐκ τοῦ οικου τοῦ πατρός σου. Μέχρι νῦν οἱ προσιόντες τῷ θείῳ φωτίσματι, πρὸς δυσμὰς τραφέντες· ̓Αποτασσόμεθά σοι, φασὶν, Σατανᾶ! Τίς δὲ τούτου μισθός; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· οὐ τὸ φυσικὸν αὐτῆς λέ γει, ἀλλὰ τὸ κατ' εἰκόνα καθάρσεως, μόνον δεόμενον δειχθῆναι. Οὐκ αν γάρ τις καθα ρῶς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων κακῶν ποιησάμενος. Λαὸς δὲ τῆς ἐκκλησίας πάλαι οἱ εἰδωλολάτραι· οικος δὲ πατρὸς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οις κατῴκει ωσπερ ενοικος ὁ Σατανᾶς. -Μητρόπολις Χαναναίων ἡ Τύρος, προκειμένων αγαν εἰδώλοις. Προ τρεπόμενος ουν εἰς ὑπακοὴν τὴν ἐκκλησίαν ὁ