κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ κηρύσσεται καὶ μακαρίζεται τούτων ὁμοίως ἑκάστη, ἀλλ' ἑκατέρᾳ τούτων τὸ μᾶλλον ἁρμόζον εἰς παραμυθίαν ῥηθῆναι τοῦτο εἰπών· καὶ γὰρ ἐκείνῃ μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παράχρησίν τινα καὶ κακὸν ἐργασαμένῃ· περὶ ταύτης δὲ διεγόγγυζεν ὁ Φαρισαῖος ὡς ἁμαρτωλοῦ. διὸ ταύτῃ μὲν μισθὸς ἐρρήθη ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἐκείνῃ δὲ μισθὸς ἀνεκηρύχθη τὸ εἰς πάντας ἐξενεχθῆναι τὴν πρᾶξιν καὶ παρὰ πάντων μακαρισθῆναι. τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδὲν τοιοῦτον ὑπεσχέθη, ἐπειδὴ οὐδὲ ἐκείνη ὑπὲρ προσδοκωμένης εὐεργεσίας τινὸς προσῆγεν τὸ μύρον, ἀλλ' ὑπὲρ ὧν ἐπὶ τῇ ἐγέρσει τοῦ ἀδελφοῦ εὐηργέτητο. Ἔστιν δὲ καὶ ἄλλη ἐν ταῖς μακαρίαις ταύταις γυναιξὶν διαφορά, ὅτι ἡ μὲν τῷ μύρῳ τὰ δάκρυα μίξασα καὶ κατεφίλει τοὺς πόδας τοὺς δεσποτικούς, τῶν δὲ λοιπῶν δύο οὐδεμία· αἱ μὲν οἶμαι μὴ τολμῶσαι, ἀλλ' ὑπὸ εὐλαβείας χαλινωθεῖσαι, ἡ δὲ ἐκνικηθεῖσα τῷ πόθῳ καὶ ταῖς τῶν δακρύων αἷς ἔβρεχεν τοὺς πόδας κατὰ μικρὸν παραθαρρήσασα ῥοαῖς. Ἄλλως τε δέ. καὶ εἰ ἔμελλόν τι τοιοῦτο ποιεῖν, προσεπεσχέθησαν· προλαβὼν γὰρ ὁ Φαρισαῖος καὶ διεγόγγυσεν καὶ μετὰ δικαίου ἐπετιμήθη τοῦ ἐλέγχου. ἐπὶ δὲ τῆς τοῦ Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσιν ἀπό τε τῆς εὐλαβείας ἐπεχόμενοι τῆς γυναικὸς καὶ ἀπὸ τοῦ ἐνεστηκότος θαύματος καὶ ὅτι καὶ αὐτὴ οὐ τὴν κεφαλήν, ἀλλὰ τοὺς πόδας ἤλειφεν . ὁ μέντοι γε Ἰούδας ἀγανακτεῖ ἤδη κάτοχος τῇ φιλαργυρίᾳ γενόμενος καὶ τοῖς τῆς προδοσίας λογισμοῖς πολιορκούμενος. ἐπὶ μέντοι τῆς τρίτης ἅπαντες ἀγανακτοῦσιν, οὐκ ἀπὸ τῆς αὐτῆς δὲ γνώμης καὶ διαθέσεως, ἀλλ' ὁ μὲν Ἰούδας, ὡς καὶ ἀνωτέρω ἔφαμεν, ὑπὸ φιλαργυρίας καὶ ἀπονοίας καὶ τῆς πρὸς τὸν διδάσκαλον ὑπεροψίας, οἱ δὲ ἄλλοι ὑπὸ ἐλεημοσύνης καὶ φιλοπτωχίας καὶ τῆς περὶ τὸν διδάσκαλον τιμῆς καὶ εὐλαβείας· οὐ γὰρ ἀπεικὸς ἐνόμιζον ποιεῖν μὴ ἀνεχόμενοι γυναῖκα ἁμαρτωλὸν τῆς ἀχράντου κεφαλῆς ἐκείνης, εἰ καὶ μύρον ἦν τὸ κενούμενον, τοῦτο καταχέειν. εἰκὸς δὲ αὐτοὺς καὶ τοῦτο διαλογίσασθαι, ὅτι εἰ ὁ διδάσκαλος πάντων μὲν ὀλιγωρεῖ, πρὸς δὲ τὸν θάνατον ἐπείγεται (καὶ γὰρ συνεχῶς αὐτοῖς ἤδη τοῦτο ἐπέλεγεν), εἰ οὗτος οὖν εἰς τὸ ἀποθανεῖν ἑτοιμάζεται, τίς ἡ ὠφέλεια τοῦ μύρου, ὅτι κενοῦται; διὸ καὶ ὁ δεσπότης πρὸς τὴν αὐτὴν ἀποφαινόμενος διάνοιάν φησιν· εἰς τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησεν , μονονουχὶ λέγων, ὅτι ἐξ ὧν ὑμεῖς λογίζεσθε, ὅτι οὐκ ἔδει ἐπιχεθῆναί μοι τὸ μύρον ὀλιγωροῦντι πάντων καὶ πρὸς θάνατον ἐπειγομένῳ, ἐκ τούτου μᾶλλον ἐγὼ τὴν γυναῖκα ἐπαίνοις στεφανῶ· εἰς γὰρ τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησεν . καὶ πρὸς μὲν τοὺς ἄλλους μαθητὰς οὕτως ἁρμόσαι ἂν εἰρῆσθαι ὁ λόγος ὁ δεσποτικός, πρὸς δὲ τὸν Ἰούδαν ὡς προείρηται· πρὸς γάρ τοι τὴν τῶν λογισμῶν διαφορὰν τῶν τὴν ἀγανάκτησιν ἐνδειξαμένων εἰκὸς ἦν καὶ τὸν δεσπότην ταῖς ἑκατέρων γνώμαις ἁρμόζοντα τὸν λόγον εἰρηκέναι καὶ τοὺς ἀκούσαντας πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν ἐξειληφέναι. 92 Mt 26, 34 Τὸ τρὶς ἀπαρνήσῃ με ἢ τῷ πρὶν ἀλέκτορα φωνῆσαι δύναται συναφθῆναι καὶ τὴν δοκοῦσαν τῶν εὐαγγελιστῶν διαφωνίαν αὐτόθεν λῦσαι ἢ πρὸς τὸ τρὶς ἀπαρνήσῃ με ὡς οἱ πλείους ἐξέλαβον συνεξακουσθῆναι καὶ ἐπίλυσιν δέξασθαι καθὼς καὶ οὕτως ὁ μακάριος Ἰωάννης ἐπελύσατο. Φωνεῖ ὁ ἀλέκτωρ καθ' ἕκαστον φωνήσεως καιρὸν οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ τρίτον καὶ ἐπέκεινα καὶ ταῦτα οὐ κατὰ συνέχειαν, ἀλλὰ καὶ μετά τινος διαστήματος, ὥστε τὴν ὅλην ἐκφώνησιν ἐκ διαφόρων τε φωνήσεων συνεστάναι καὶ τὸν ὅλον τῆς ἐκφωνήσεως καιρὸν ἐκ τῶν κατὰ μέρος συμπληροῦσθαι διαστημάτων. ἔχει οὖν ἡ πρώτη ἀλεκτοροφωνία διαφόρους φωνήσεις καὶ ἀνάλογα διαστήματα, ἡ δευτέρα ὁμοίως καὶ ἡ τρίτη ὡσαύτως. καλεῖται δὲ καὶ ἡ ὅλη ἀλεκτοροφωνία φώνησις καὶ ἕκαστον τῶν ἐν αὐτῇ περιεχομένων φωνήσεων. ὅταν οὖν λέγῃ ὁ Ματθαῖος καὶ ἄλλοι εὐαγγελισταί, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν ὅλην ἀλεκτοροφωνίαν τὴν πρώτην δηλοῖ καί