1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

27

τῆς θείας δόξης ἐποχουμένης τῶν Χερουβίμ· μέγιστος δὲ ἦχος ἀπετελεῖτο τῶν πτερύγων κινουμένων τῶν Χερουβὶμ, ὡς ὑπολαμβά νειν βροντὴν εἶναι, ἢ θείαν φωνήν· τὸ γὰρ, "Ὡς φωνὴ Θεοῦ Σαδαῒ"-"ἱκανοῦ Θεοῦ βροντὴν" ὁ Σύμ μαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· τουτέστιν, Εἰ κάσαις ἂν τὸν ἦχον τῇ τοῦ ἱκανοῦ καὶ δυνατοῦ Θεοῦ 81.893 φωνῇ· ἀντὶ τοῦ, τῇ κατὰ θείαν ἐνέργειαν ἀποτελου μένῃ βροντῇ. Καὶ ἦλθε, φησὶν, καὶ ἔστη ἐχόμενος τῶν τρο χῶν. (ζʹ.) Καὶ ἐξέτεινε, φησὶν, ὁ Χεροὺβ τὴν χεῖρα αὑτοῦ ἐκ τῶν ἀναμέσον τῶν Χερουβὶμ, εἰς μέ σον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερου βίμ· καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς χεῖρας τοῦ ἐνδε δυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε, καὶ ἐξῆλθε. Τὴν τῶν ἀοράτων ταγμάτων διαφορὰν καὶ ἐντεῦθεν ἔστι μαθεῖν· οἱ μὲν γὰρ ἓξ οὐδὲ πελά σαι τοῖς Χερουβὶμ προσετάχθησαν· ὁ δὲ πελάζει μὲν, οὐ κατατολμᾷ δὲ τοῦ μέσου τῶν Χερουβὶμ, ἀλλ' αὐτὰ τὰ Χερουβὶμ ὀρέγει τοὺς ἄνθρακας. ηʹ. Καὶ ἴδον, φησὶ, τὰ Χερουβὶμ ὅμοια χει ρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. Ἐνεργείας δὲ αἱ χεῖρες σημαντικαί· εἶτα ἐξηγεῖται πάλιν τὰ κατὰ τοὺς τροχοὺς, πάντα μὲν εἰρηκὼς ἃ καὶ ἤδη προειρήκαμεν· τὸ δὲ εἶδος τῆς χρόας μόνον ἐνηλλαγμένον ἑωρακέναι φησίν· ἐκεῖ μὲν γὰρ, κατὰ τὸν Σύμμαχον, ὡς εἶδος ὑακίνθου ἔφη τεθεᾶσθαι· ἐν ταῦθα δὲ, κατὰ τοὺς Ἑβδομήκοντα, ὡς εἶδος ἄνθρακος· ὥστε κἀντεῦθεν ἡμᾶς μαθεῖν, ὡς οὐκ αὐτὰς εἶδε τῶν ἀοράτων τὰς φύσεις, ἀλλ' ὁμοιώματά τινα καὶ εἰκά σματα· διὸ καὶ ἐνηλλαγμένα θεωρεῖ. Ταύτην δὲ τὴν ἐναλλαγὴν καὶ ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο· ἐκεῖ μὲν γὰρ τὸ πρῶτον πρόσωπον ἀνθρώπῳ ἐοικέναι ἔφη, τὸ δὲ δεύτερον λέοντι, τὸ δὲ τρίτον μόσχῳ, τὸ δὲ τέταρ τον ἀετῷ· ἐνταῦθα δὲ ἀντεστραμμένην τὴν τάξιν, καὶ τὸ τοῦ Χερουβὶμ πρόσωπον, ὅπερ ἐστὶ μόσχου, πρῶτον ἔφη τεθεᾶσθαι, δεύτερον δὲ τὸ τοῦ ἀνθρώπου, εἶτα τοῦ λέοντος, καὶ τὸ τοῦ ἀετοῦ. Οὐ τοίνυν τοιαύτη τῶν ἀοράτων δυνάμεων ἡ φύσις, ἀλλὰ πρὸς τὴν χρείαν ὁ ∆εσπότης τὰς τοιαύτας οἰκονομεῖ θεω ρίας. Καὶ ἡγοῦμαι, ἐπειδὴ ἐν τῷ ναῷ ταύτην ἑώρα τὴν ὀπτασίαν, διὰ τοῦτο προτεταγμένον εἶδε τοῦ μό σχου τὸ πρόσωπον, ἐπειδὴ εἰς τύπον ἱερωσύνης τοῦτο παρείληπται. ∆ιδάσκει δὲ, ὅτι καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες, καὶ οἱ τρο χοὶ, πλήρεις ἦσαν ὀφθαλμῶν, τῆς γνώσεως αὐτῶν τὸ πλῆθος διδασκόμενος· ὅπερ καὶ σημαίνει τὸ ὄνομα γελγέλ. ιγʹ. Τοῖς δὲ τροχοῖς τούτοις, φησὶν, ἐπεκλήθη γελγὲλ ἀκούοντός μου. Τουτέστιν, ἀνακυκλεῖσθαι καὶ ἀνακινεῖσθαι προσετάχθησαν. ιεʹ. Καὶ ἐπήρθη, φησὶ, τὰ Χερουβίμ. Εἶτα διδά σκων ἡμᾶς, ὡς ταῦτα καὶ ἤδη πρότερον ἐθεάσατο, φησίν· "Τοῦτο τὸ ζῶον ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ Χοβάρ." Ἀλλὰ τότε τῆς μὲν θεωρίας ἀπήλαυσε, τὴν δὲ προσηγορίαν ἠγνόησε· νῦν δὲ καὶ τοῦτο με μάθηκεν. ι ϛʹ, ιζʹ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπο ρεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐ τῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπ έστρεφον οἱ τροχοὶ αὐτῶν, καί γε αὐτοὶ ἀπὸ τῶν 81.896 ἐχομένων ἀπ' αὐτῶν. Καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμε τεωρίζοντο μετ' αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς. Εἵποντο, φησὶ, κατὰ πάντα τοῖς Χερουβὶμ οἱ τροχοὶ, καὶ κινουμένοις συνεκινοῦντο, καὶ πετο μένοις ἠκολούθουν, καὶ ἑστώτων εἱστήκεισαν, οὐχ ὑπό τινος βίας συρόμενοι, ἀλλ' αὐτόματοι τούτων ἕκαστον ἐνεργοῦντες· πνευματικῶς γὰρ καὶ αὐτοὶ ζωῆς ἐν μετουσίᾳ ἐτύγχανον. ιηʹ, ιθʹ. Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰ θρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ. Καὶ ἀνέλαβε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξαίρειν αὐτὰ, καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτῶν ὑπεράνωθεν. Ἡνίκα μὲν γὰρ τοὺς ἄνθρακας ληφθῆναι προσέταξεν, ἔδοξέ πως ἀφίστασθαι, ἵνα καταθαῤῥήσῃ προσελθεῖν ὁ προστε ταγμένος· ἐκείνου δὲ γινομένου, πάλιν ἐπανιέναι δοκεῖ, καὶ ἐποχεῖσθαι· τὰ δὲ Χερουβίμ φησι μετ έωρα, καὶ ῥᾷον διὰ τοῦ ἀέρος ἐφέρετο, τῇ κινήσει τῶν πτερύγων ἀντὶ ποδῶν χρώμενα· εἵποντο δὲ οἱ τροχοὶ οὐδὲ βραχὺ