κριτής, υἱὸς Φιλὰ τοῦ ἐκ Χαῤῥὰν ἐκ φυλῆς Ἐφραΐμ. Θωλᾶ κγʹ, ὁμοῦ δροεʹ. αʹ, βʹ, γʹ, δʹ. Ἑβραίων ἀρχιερεὺς Ὀζεί. εʹ, ϛʹ. 150 Μεθ' ὃν οἱ ἐκ τοῦ οἴκου Ἰθάμαρ διεδέξαντο τὴν ἀρχιερωσύνην, πρώτου παραλαβόντος αὐτὴν Ἠλεὶ τοῦ κριτοῦ. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ. Μετὰ Θωλᾶ πάλιν ἀνέστη Ἰαεὶρ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κβʹ. Ἰαεὶρ κβʹ, ὁμοῦ δρϟζʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ. Μετὰ τοῦτον ἐξήμαρτεν ὁ λαὸς πάλιν ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρέδωκεν αὐτοὺς κύριος ὁ θεὸς τοῖς Ἀμμανίταις, καὶ ἐδούλευσαν αὐτοῖς ἔτη ιηʹ. ὁμοῦ δσιεʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Καὶ κεκράξαντος τοῦ λαοῦ πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς κύριος ὁ θεὸς ἡγεμόνα τὸν Ἰεφθαὲ τὸν Γαλααδίτην ἐκ φυλῆς Μανασσῆ, ὃς ἐξεπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῆς δουλείας τῶν Ἀμμανιτῶν, καὶ ἔκρινε τὸν λαὸν τῶν υἱῶν Ἰσραὴλ ἔτη ϛʹ. Ἰεφθαὲ ϛʹ. ὁμοῦ δσκαʹ. 151 αʹ. Οὗτος ὁ Ἰεφθαὲ κατὰ τὸ πρῶτον ἔτος αὐτοῦ μέλλων Ἀμμανίταις πολεμεῖν ηὔξατο, ἐὰν νικήσῃ, τὸν ὑπαντήσαντα αὐτῷ πρῶτον ἐκ τῆς οἰκίας αὐτοῦ θυσίαν αὐτὸν προσενεγκεῖν τῷ θεῷ. καὶ νικήσαντος αὐτοῦ συνήντησεν αὐτῷ ἡ μονογενὴς αὐτοῦ θυγάτηρ, ἥντινα μετὰ δύο μῆνας πενθήσασαν τὴν ἑαυτῆς παρθενίαν ἔθυσεν· εἰς ὃν τύπον εἰσέτι καὶ νῦν αἱ τῶν Ἑβραίων παρθένοι, ὅσαι ἂν εὑρεθῶσι, κατ' ἐνιαυτὸν τελοῦσι θρῆνον. βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Μετὰ τὴν τελευτὴν Ἰεφθαὲ ἦρξεν τῶν υἱῶν Ἰσραὴλ Ἐσσεβὼν ἐκ Βηθλεὲμ ἐκ φυλῆς Ἰούδα, καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ ἔτη ἑπτά. Ἐσσεβὼν ζʹ, ὁμοῦ δσκηʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. Μετὰ τελευτὴν Ἐσσεβὼν ἦρξεν τοῦ Ἰσραὴλ Αἰαλὼν ὁ Ζαβουλωνίτης, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ιʹ. Αἰαλὼν ιʹ, ὁμοῦ δσληʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ. Μετὰ τὴν τελευτὴν Αἰαλὼν ἦρξε τῶν υἱῶν Ἰσραὴλ Λαβδὼν ὁ υἱὸς Ἀελὴμ ὁ Φαραθωνίτης ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. 152 Λαβδὼν ηʹ, ὁμοῦ δσμϛʹ. αʹ, βʹ, γʹ. Τρίτῳ ἔτει τοῦ Λαβδὼν τὸ Ἴλιον ἥλω. δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. Οὗτος ὁ Λαβδὼν ἔσχεν υἱοὺς τριάκοντα καὶ ἐκγόνους τριάκοντα. Μετὰ τελευτὴν τοῦ Λαβδὼν ἐξήμαρτεν πάλιν ὁ λαὸς ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρέδωκεν αὐτοὺς τοῖς Φυλιστιείμ, καὶ ἐδούλευσαν αὐτοῖς ἐπὶ ἔτη μʹ. Φυλισταῖοι ἔτη μʹ, ὁμοῦ δσπϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Καὶ ἐπιστρεψάντων τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς ὁ θεὸς ἡγεμόνα τὸν Σαμψὼν υἱὸν Μανωὲ ἐκ φυλῆς ∆άν, ὃς ἐξεπολέμησεν τοὺς ἀλλοφύλους ἐν ἰσχύϊ μεγάλῃ, καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ ἔτη κʹ. Σαμψὼν κʹ, ὁμοῦ δτϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Τὸν Σαμψὼν υἱὸν Μανωὲ ἐκ φυλῆς ∆ὰν ἰσχύϊ διάσημον 153 γεγονέναι φασί, τὸν πολεμήσαντα τοὺς ἀλλοφύλους, καὶ παρά τισι τὰς πράξεις αὐτοῦ παραβάλλεσθαι ταῖς τοῦ Ἡρακλέους φασί. θηράσας γὰρ ἀλώπεκας τριακοσίους, καὶ ταῖς κέρκοις αὐτῶν λαμπάδας ἐξημμένας προσδήσας, ἐνέπρησε τῶν ἀλλοφύλων τοὺς ἀμπελῶνας καὶ σπόριμα. οἱ δὲ ἀλλόφυλοι ἐπιστρατεύσαντες τῷ Ἰσραὴλ ἔκδοτον αὐτὸν ἐξῄτουν γενέσθαι· συλλαβόμενοι δὲ αὐτὸν δέσμιον ἀπήγαγον. ὁ δὲ διαῤῥήξας τὰ κῶλα τῶν δεσμῶν, συντυχὼν σιαγόνι ὄνου, ἀπέκτεινεν αὐτῶν χιλίους, καὶ διεσώθη. καὶ διψήσας τὸν θεὸν ἐπεκαλέσατο, καὶ διαῤῥήξας τὸν ἐν τῇ σιαγόνι ὅλμον, ἀνέβλυσε πηγή. εἶτα ἐν Γάζῃ συγκλεισθέντα αὐτὸν, καὶ ἀποκλεισάντων τὴν πόλιν τῶν ἀλλοφύλων, ἐλπιζόντων τε ἔχειν αὐτὸν ἐν φρουρᾷ, τῇ νυκτὶ κεκλεισμένων τῶν πυλῶν διαῤῥήξας τὰ δεσμὰ ἐξῆλθεν, συνήθειαν ἔχων πρός τινα πόρνην ∆αλιδὰν ὀνόματι, κἀκεῖσε γίνεται τοῖς σατράπαις τῶν ἀλλοφύλων, καὶ ἡ διὰ τῆς κόμης αὐτοῦ ἰσχὺς φανερὰ τούτοις γίνεται. καὶ ὑπνώσαντος αὐτοῦ καὶ ξυρηθέντος τὴν κεφαλὴν ἀπὸ τῆς ∆αλιδᾶς, ἡ ἰσχὺς αὐτοῦ ἐμαράνθη. συλλαβόμενοί τε οἱ