De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
προείρηται, καὶ γίνεται ἡ βασιλικὴ τράπεζα χαμόκουμβα. τὰ δὲ πρόφαγα ποιοῦσιν οἱ βασιλικοὶ μάγειροι τῇ ἑσπέρᾳ. οἱ δὲ ὀγδοήκοντα ὀπτιμάτοι σύρουσι τὰ σαγμάρια τὰ βασιλικὰ, καὶ οἱ κʹ ἀκολουθοῦσιν εἰς διόρθωσιν τῶν σαγμαρίων. ὁμοίως καὶ οἱ μάγειροι καὶ οἱ σύντροφοι τῶν Μαλαγίνων, καὶ ὅτε εὕρωσι ξύλα ἢ δένδρα εἰς ἐρήμους τόπους κείμενα, κόπτουσιν οἱ σύντροφοι καὶ οἱ μάγειροι, καὶ ἐπαίρουσι πρὸς ἓν ξύλον, καὶ ἀποκομίζουσι πρὸς τὸ βασιλικὸν μαγειρεῖον. εἰς δὲ τὴν ἀποκίνησιν τοῦ τούλδου ὀφείλει ὁ τῆς τραπέζης φορτῶσαι τὰ πʹ βασιλικὰ σαγμάρια πᾶσαν χρείαν βασιλικὴν, καὶ ὀφείλει λαβεῖν ἐκ τοῦ πρωτονοταρίου εἰς χρείαν τῆς βασιλικῆς τραπέζης καὶ εἰς τοὺς μαϊουμάδας πρόβατα ὕπαρνα ρʹ, κριάρια φʹ, ἀγελάδια νʹ, ὄρνιθας σʹ, χηνάρια ρʹ. ὅτε δέ ἐστιν ὁ βασιλεὺς εἰς Ῥωμανίαν, λαμβάνουσιν μαϊουμάδα ἐκ τῶν ξεναλίων οἱ βασιλικοὶ ἄγουροι καὶ οἱ ἐπὶ τῆς ἑταιρείας καὶ οἱ κορτινάριοι καὶ οἱ ἑβδομάριοι τοῦ εἰδικοῦ καὶ οἱ σύντροφοι τῶν σελλαρίων, 488 ὁμοίως καὶ οἱ μάγειροι. καὶ ὅτε ἀποβάλῃ ὁ βασιλεὺς εἰς τὰς ἐρήμους, λαμβάνουσιν καθ' ἑκάστην κυριακὴν μαϊουμᾶν καὶ ἀνὰ μιλιαρησίου. λαμβάνουσι δὲ καὶ οἱ τῆς φίνας τῶν σχολαρίων τῆς ἔσω καὶ τῆς ἔξω καὶ αὐτοὶ ὁμοίως ἀνὰ μιλιαρησίου· ἐπειδὴ, ἀφ' οὗ ἀποκινήσει πρὸς Συρίαν ὁ βασιλεὺς, δύο φῖναι κυκλοῦσιν τὴν βασιλικὴν κόρτην. καὶ ὅσοι ἄρχοντες παραμένουσιν τῷ βασιλεῖ, λαμβάνουσιν, εἰ κελεύει πολλάκις ὁ βασιλεὺς τούτους εὐεργετεῖν, διὰ μιλιαρησίων, εἰ μέν εἰσιν ἄρχοντες μεγάλοι τῶν ταγμάτων, εἴτε καὶ θεμάτων, ὀφείλουσι λαμβάνειν ἀνὰ μιλιαρησίων δύο ἢ τριῶν, εἴτε καὶ δʹ, πρὸς τὴν ποιότητα τοῦ προσώπου· εἰς δὲ τὴν ἀποβολὴν τοῦ τούλδου, ὅσοι καβαλλικεύουσι βασιλικὰ ἄλογα καὶ ἔχουσι σαγμάρια βασιλικὰ, καὶ αὐτὰ τὰ ἄλογα τὰ βασιλικὰ ὀφείλουσι λαμβάνειν κριθάριον ἀνὰ μοδίων δʹ εἰς ταγὴν αὐτῶν· ὁμοίως καὶ ὅσα εἰσὶ σελλάρια γυμνὰ, βαστάζουσιν ὑποκάτω τῶν σαγισμάτων ἀνὰ μοδίων ηʹ. καὶ ὅσα παρίππια ἔχει ὁ κόμης τοῦ στάβλου βασιλικὰ καὶ σαγμάρια, φορτοῖ αὐτὰ ἀνὰ δέκα μοδίων κριθῆς· ὁ δὲ ἐπὶ τῆς τραπέζης ὀφείλει ἔχειν ἐξκουσσάτους ἐκ τοῦ θέματος τοῦ ὀψικίου ἐκ τοῦ χωρίου τοῦ Τέμβρη μετὰ καὶ δικτύων, ἵνα κρατῶσιν ὀψά 489 ρια εἰς τοὺς ποταμοὺς τῆς ἐρήμου. ὅτε δέ ἐστιν ὁ βασιλεὺς εἰς Ῥωμανίαν, καθ' ἓν ἕκαστον θέμα ὑπηρετοῦσιν οἱ πρωτονοτάριοι, ὁμοίως καὶ οἱ κόμητες τῆς κόρτης, καὶ παρέχουσιν ἀγγαρίδια τῷ δρουγγαρίῳ τῆς βίγλης εἰς τὰς βασιλικὰς δουλείας. ὅτε δὲ ὑπάρχει ὁ δρουγγάριος εἰς βασιλικὴν δουλείαν, ἐκπροσωπεῖ αὐτὸν ὁ ἱκανάτος. ὅτε δὲ ἀποβάλῃ ὁ βασιλεὺς εἰς τὰς ἐρήμους, οὔτε ἡ κόρτη προλαμβάνει, οὔτε τὰ βασιλικὰ πράγματα, οὔτε ἄλλου τινὸς οἱονδήποτε πρᾶγμα, πλὴν οὓς ἔχει ὁρίσειν ὁ δρουγγάριος τῆς βίγλης ἀπὸ προστάξεως τοῦ βασιλέως ἐκ τῶν θεμάτων, προφυλάττουσι καὶ περιπατοῦσιν ἔμπροσθεν τοῦ βασιλέως ὡς ἀπὸ μιλίων δύο ἀκρίται φʹ, ἄνδρες ἐξωπλισμένοι, καὶ ἕτερον θέμα, οἷον ὁρίσει, ἵνα ὦσι πλαγιοφύλακες ὡς ἀπὸ διαστήματος τοῦ βασιλέως μιλίων δύο, καὶ ἕτερα δύο θέματα, οἷα ὁρίσει ὁ δρουγγάριος τῆς βίγλης ἐκ προστάξεως τοῦ βασιλέως, ἵνα ὦσιν ὀπισθοφύλακες. καὶ ὑπαλλάσσει τοὺς ἀμφοτέρους ἑκάστῃ ἡμέρᾳ. καὶ παραλαμβάνει ὁ δρουγγάριος τοὺς κόμητας τῆς κόρτης τῶν θεμάτων, καὶ ἔχει αὐτοὺς εἰς παραμονὴν τοῦ βασιλέως εἰς τὸ θεῖναι τὴν κόρτην καὶ εἰς τὸ ῥίψαι μετὰ τῶν κορτιναρίων. διὰ τοῦτο γὰρ καὶ καλοῦνται κόμητες τῆς κόρτης. καὶ ὅτε θέλει κερκετεῦσαι ὁ δρουγγάριος τὰ θέματα, 490 ἤγουν κατὰ νύκτα, ἔχει μεθ' ἑαυτοῦ τοὺς αὐτοὺς κόμητας τῆς κόρτης τῶν θεμάτων καὶ μανδάτορας καὶ δύο φατλία ἀπὸ τοῦ βασιλικοῦ βεστιαρίου, καὶ περιγυρεύει τὰ θέματα, καὶ θεωρεῖ τὰς πεδητούρας καὶ τὰ ἐξωβίγλια, καὶ ἂν εὕρῃ τινὰς τῶν ἀρχόντων ἀμελοῦντας ἐκ τῶν μενόντων εἰς τὴν πεδητούραν καὶ εἰς τὰ ἐξωβίγλια, καὶ ἀπὸ μὲν τουρμαρχῶν καὶ κατωτέρω τύπτει αὐτοὺς ἰσχυρῶς, καὶ καθὼς εὕρῃ, ἀναγγέλλει τῷ βασιλεῖ. ὁ δὲ πρωτοστράτωρ τοῦ βασιλέως μετὰ καὶ στρατόρων τριῶν βασιλικῶν ἅμα τῷ κόμητι τοῦ στάβλου καὶ τρισὶν ἱππαρίοις ἐστρωμένοις ποιοῦσι παραμόνιμα ὄπισθεν τοῦ βασιλικοῦ πύργου, ἕως οὗ ἐκβῇ ὁ βασιλεὺς ἀπὸ Συρίας. τὰ δὲ ἱππάρια τὰ σεσαγισμένα καὶ παρασυρόμενα οὐκέτι περιπατοῦσιν ἔμπροσθεν, ἀλλ' ὅπου ἐστὶν ἡ προμοσέλλα ἡ βασιλικὴ, ἐκεῖ βόσκονται μετὰ τῶν λοιπῶν, καὶ ἐπιτηρεῖ αὐτὰ ὁ βασιλικὸς σταβλοκόμης, ποιῶν τὴν πρόνοιαν αὐτῶν. ὅτε δὲ ἀπόληται ἐκ τοῦ λαοῦ οἱονδήποτε πρᾶγμα, ὁ εὑρηκὼς φέρει αὐτὸ, καὶ δίδωσι τῷ δρουγγαρίῳ τῆς βίγλης, καὶ ὁ ἀπολέσας ἔρχεται πρὸς τὸν δρουγγάριον, καὶ λαμβάνει τὸ ἴδιον εὐχερῶς. εἰ δὲ ὁ εὑρηκὼς τὸ πρᾶγμα ἀποκρύψει αὐτὸ καὶ ἐπ' ἐσχάτων εὑρεθῇ, ὡς κλέπτης καταδικάζεται.