Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
ἐκεῖνο συμφέρον ἐπὶ τούτοις εἰπεῖν, ὅτι "∆όξα "Κυρίου κρύπτει λόγον·" ὀλίγη γὰρ πᾶσα λόγων ἰσχὺς, ὡς 1.73 πρὸς ἐξήγησιν ἀκριβῆ τῆς ἀῤῥήτου δόξης καὶ θεοπρεποῦς. διόπερ οὐ σκανδαλιστέον ἐπὶ τῇ τῶν λαλουμένων σμικρο πρεπείᾳ, παραχωρητέον δὲ μᾶλλον τὸ νικᾶν, καὶ τὴν ἐν γλώττῃ δύναμιν, καὶ παντὸς ὀξύτητα νοῦ τῇ θείᾳ καὶ ἀφράστῳ φύσει· καὶ κατὰ τοῦτον γὰρ δὴ τὸν τρόπον οὐ μικρῶς εὐσεβήσομεν.
1.74 ΚΕΦΑΛΗ ς΄. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς,
ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. ἜΤΙ τὰς περὶ τοῦ Θεοῦ Λόγου διαλέξεις ποιεῖται πρὸς ἡμᾶς ὁ μακάριος Εὐαγγελιστής· καί μοι δοκεῖ διὰ πάντων ἰέναι χρησίμως τῶν ὅσαπέρ ἐστι κατὰ φύσιν αὐτῷ, ἵνα καὶ τὰς τῶν ἑτεροδοξούντων δυσωπήσῃ παροινίας, καὶ τοὺς ὀρθῇ διαπρέπειν ἐθέλοντας πίστει, τοῖς εἰς αὐτὴν ὀχυρώσῃ θεωρή μασιν, οὐκ ἐκ λόγων σοφίας κοσμικῆς τὸ ἀπίθανον ἐρανιζο μένους, ἀλλ' ἐν ἀποδείξει Πνεύματος τὸ τῆς ἀληθείας ἀποθαυμάζοντας κάλλος. ὅπερ οὖν βούλεται καὶ διὰ τοῦ προκειμένου διδάσκειν, ἐκεῖνό ἐστι. ποιητὴν ἡμῖν ἀρτίως καὶ κατὰ φύσιν ὄντα δημιουργὸν ἀπέδειξε τὸν Υἱὸν, πάντα δι' αὐτοῦ γεγενῆσθαι λέγων, καὶ χωρὶς αὐτοῦ μηδὲ ἓν κεκλῆσθαι πρὸς γένεσιν. ἐπειδὴ δὲ οὐ μόνον τῇ κτίσει τὸ πρὸς τὸ εἶναι κεκλῆσθαι χαρίζεται, συνέχει δὲ καὶ γεγενη μένην δι' ἑαυτοῦ, τοῖς τὸ ἀϊδίως εἶναι κατὰ φύσιν ἰδίαν οὐκ ἔχουσιν ἑαυτὸν οἱονείπως ἐγκαταμιγνὺς, καὶ ζωὴ τοῖς οὖσι γινόμενος, ἵνα μένῃ γεγονότα, καὶ σώζηται κατὰ τὸν οἰκεῖον ἕκαστον τῆς φύσεως ὅρον, ἀναγκαίως φησίν Ὃ γέγονεν, ἐν 1.75 αὐτῷ ζωὴ ἦν· οὐ μόνον, φησὶ, δι' αὐτοῦ τὰ πάντα ἐγένετο, ἀλλὰ καὶ εἴτι γέγονεν, ἦν ἐν αὐτῷ ἡ ζωὴ, τουτέστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἡ πάντων ἀρχὴ καὶ σύστασις, ὁρατῶν τε καὶ ἀοράτων, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ κατα χθονίων. αὐτὸς γὰρ ὑπάρχων ἡ κατὰ φύσιν ζωὴ, τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαρίζεται, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστηκότων χωρῶν· ἀλλ' ἡ μὲν κτίσις, ὡς πρὸς ἑαυτὴν, ἀφάτῳ δυνάμει καὶ σοφίᾳ τοῦ ∆ημιουργοῦ ποικίλλεται· μία δὲ ἡ πάντων ζωὴ χωροῦσα πρὸς ἕκαστον, ὡς ἂν αὐτῷ πρέπῃ, καὶ δυνήται μετασχεῖν. ἐπειδὴ δὲ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν ἀνάγκη καὶ φθείρεσθαι, καὶ τὸ ἀρχὴν ὅλως ἔχον εἰς τέλος ἐπείγεται· μόνῃ γὰρ τῇ θείᾳ καὶ τὰ πάντα ὑπερκειμένῃ φύσει, τὸ μήτε ἀπὸ ἀρχῆς ἦρχθαί τινος, καὶ ἀτελευτήτως εἶναι πρέπει· σοφίζεται τρόπον τινὰ τὴν ἐν τοῖς πεποιημένοις ἀσθένειαν ὁ ∆ημιουργὸς, καὶ μηχανᾶταί πως ἐκ τέχνης αὐτοῖς τὸ ἀΐδιον. αἱ γὰρ εἰς ἕκαστον ἀεὶ τῶν ὁμοίων διαδοχαὶ, καὶ τῶν ὁμογενῶν ἢ ὁμοειδῶν αἱ εἰς ἄλληλα μεταβάσεις φυσικαὶ πρὸς τὸν ἐφεξῆς ἀεὶ βλέπουσαι δρόμον, ἀειφανῆ μὲν τὴν κτίσιν ἐργάζονται, ἀεισύστατον δὲ τῷ πεποιηκότι τηροῦσι Θεῷ. καὶ τοῦτο ἄρα ἐστὶ τὸ τῶν ὄντων ἕκαστον ἐν ἑαυτῷ σπείρειν σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν, κατὰ τὴν ἄφατον τοῦ δημιουργοῦντος ἀπό φασιν. ἦν οὖν ἐν ἅπασιν ἡ ζωὴ, τοῦτο γὰρ τὸ προ κείμενον. Ἀλλ' ὦ βέλτιστε· πάλιν ἐρεῖ τις εὐλόγως πρὸς τὸν τῇ ἀληθείᾳ μαχόμενον αἱρετικόν· τί καὶ πρὸς τοῦτο ἐρεῖς, ὅταν ἀκούσῃς τοῦ πνευματοφόρου λέγοντος, ὡς ἐν πᾶσι τοῖς γεγενημένοις ἦν ἡ ζωὴ, τουτέστιν, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ; ἆρα καὶ νῦν ἀποτολμήσεις εἰπεῖν, ὡς οὐκ ἔστιν ἐκ τῆς τοῦ 1.76 Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱὸς, ἵνα γενητὸς νοῆται καὶ πεποιημένος; καὶ πῶς οὐκ ἄν τις τῆς σῆς, ὦ οὗτος, ἀμαθίας καταβοήσῃ, καὶ μάλα δικαίως; εἰ γὰρ ἐν τοῖς γεγονόσιν ὁ Λόγος ἦν, ὡς ζωὴ κατὰ φύσιν, διὰ μετοχῆς τοῖς οὖσιν ἑαυτὸν ἀναμιγνύς· ἕτερος ἄρα ἐστὶ τῶν ἐν οἷς εἶναι πιστεύ εται. ὁ δὲ τὴν φύσιν ἕτερος ὢν, ἢ ὅπερ ἐστὶν ἡ κτίσις, πῶς οὐκ ἂν εἴη λοιπὸν ὁ ὑπὲρ ταύτην Θεός; εἰ δὲ ἐπιμένεις ἀναισχυντῶν, καὶ γενητὸν εἶναι νομίζων οὐ καταλήγεις τὸν Υἱὸν, τὸν ὄντα ἐν τοῖς γεγονόσιν ὡς ζωήν· πρῶτον μὲν αὐτό τι ὑπάρχων ἐν ἑαυτῷ νοηθήσεται· εἶτα καὶ πρὸς τούτῳ, καὶ αὐτὸς ἑαυτοῦ μέτοχος, καὶ ζωὴ, εἴπερ ὢν ἐν τοῖς γενο μένοις, εἷς καὶ αὐτὸς ἐξ αὐτῶν ὑπάρχειν ὑποληφθήσεται·