Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
ἴδιον, καὶ υἱὸς μέν τις ὁ ἐκ πατρός τινος νοηθήσεται· πατὴρ δὲ πάλιν ὁ γεννήτωρ τινὸς ἀναδεδειγ μένος. εἰ δὲ οἴεσθε σοφὸν ἐπὶ τούτῳ κατασκευάζειν λόγον, ἓν δὲ εἶναι πάντως ἡ ὁμοουσιότης ἀναγκάσει τὸ ὁμοούσιον τῷ ὁμοουσίῳ, καὶ διαστολὴν οὐδεμίαν ἐπιτρέψει κρατεῖν, ὡς ἕκαστον εἶναι καθ' ἑαυτὸ, καὶ ἐν ᾧπέρ ἐστι· τί τὸ πεπεικὸς τὸν ἁπάντων Κριτὴν πατέρα μὲν μὴ κολάζειν ὑπὲρ υἱοῦ, υἱὸν δὲ ὑπὲρ πατρὸς μὴ εἰσπράττεσθαι δίκας; "Ψυχὴ γὰρ, "φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, ὁ δὲ υἱὸς οὐ "λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ ὁ πατὴρ "λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ." ἐπειδὴ δὲ ὁμοού σιον ὄντα τὸν πατέρα τῷ υἱῷ, οὐκ εἰς τὸν τῆς υἱότητος τόπον ὁ τοῦ τὰ δίκαια κρίνοντος καταφέρει λόγος, οὔτε μὴν ἀνατίθησι τὸν υἱὸν εἰς τὴν τῆς πατρότητος θέσιν, ἀλλ' ἰδιαζόντως ἑκάτερον οἶδεν, οὔτε τοῦτο εἰς ἐκεῖνο χωροῦν, οὔτε μὴν ἐκεῖνο πρὸς τοῦτο βαδίζον, καίτοι μιᾶς οὔσης ἐπ' ἀμφοῖν τῆς οὐσίας· πρόδηλον δήπουθεν, ὡς οὐδεὶς ἀναγκάσει τρόπος μεταχωρῆσαι λοιπὸν εἰς τὸ εἶναι Λόγον, τὸν Θεὸν καὶ Πατέρα, ἐπείπερ ἐστὶν ὁμοούσιος Λόγῳ· μένει γὰρ πάντως ἐφ' ἑαυτῷ, τουτέστι Πατὴρ, κἂν ὁ ἐξ αὐτοῦ γεννηθεὶς νοῆται καὶ ὑπάρχῃ Λόγος, καὶ διὰ τοῦτο Υἱὸς, ἵνα μὴ καὶ ἐν χείροσι τῶν καθ' ἡμᾶς φαίνηται τὰ θειότερα. 1.54 Ἄλλο πρὸς τὸ ἴσον τῇ ἀντιθέσει σχῆμα, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὡς οὐδεμίαν ἔχων παραλλαγὴν πρὸς τὸν ἑαυτοῦ Πατέρα ὁ Υἱὸς, εἰκὼν δὲ ὑπάρχων ἀκριβεστάτη, "καὶ χαρακτὴρ τῆς "ὑποστάσεως αὐτοῦ," πρὸς τοὺς ἑαυτοῦ μαθητὰς εὑρίσκεται λέγων "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." ἀλλ' εἴπερ οὕτως ἔχων ὁμοούσιός ἐστι τῷ Πατρὶ, τὴν δὲ εἰς ἄλληλα πάντως ἀνάχυσιν ἐπιδέξεται τὰ ὁμοούσια, οὐδὲν κωλύσει κατὰ τὸ εἰκὸς Πατέρα νοεῖσθαι τὸν Υἱὸν, ὡς ὁμοούσιον Πατρὶ, καὶ μεταχωρεῖν εἰς ἐκεῖνο δυνάμενον, οὐδενὸς πρὸς τοῦτο παραποδίζοντος, εἴπερ ἐξαρκεῖ πρὸς τὸν τῆς μεταβολῆς τρόπον, ἤτοι μεταστάσεως, ὁ τῆς ὁμοουσιότητος λόγος. οὐκοῦν νοείσθω Πατὴρ ὁ Υἱὸς, λεγέτω δὲ, ὡς τοῦτο ὑπάρχων ἤδη, πρὸς τὸν ἀληθῶς ὄντα Πατέρα "Ἐκ γαστρὸς πρὸ "ἑωσφόρου ἐξεγέννησά σε·" ἀναλαμβανέτω δὲ εἰς ἑαυτὸν καὶ πᾶσαν ἁπλῶς τὴν Πατρὶ πρέπουσαν φωνήν. οὗ δὴ γεγονότος, τὸ πᾶν ἤδη συγκέχυται, καὶ τὸ ἀεὶ ὡσαύτως ἔχον, τουτέστιν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, συσταλήσεται πρὸς ἑνάδα λοιπὸν, εἴπερ τὸ ἑκάστῳ κυρίως τε καὶ ἰδιαζόντως προσὸν, τῷ τῆς ὁμοουσιότητος ἀφανισθήσεται λόγῳ, καὶ ἀνατρέψει τὴν τῶν προσώπων διαστολὴν ἡ τῆς φύσεως ταυτότης. ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα ἔσται Λόγος ὁ Πατὴρ, ὡς ὁμοούσιος Λόγῳ, μενεῖ δὲ ἄτρεπτος, τοῦτο ὑπάρχων ὅπερ ἐστὶ, κἂν ἔχῃ πρὸς τὸν ἴδιον Λόγον τὸ ὁμοφυὲς, ἤτοι τὸ ὁμοούσιον. καὶ δέδεικται λοιπὸν εἰκαῖον τὸ ἐκείνων πρόβλημα. {Ἄλλο.} Εἰ πᾶς λόγος τινός ἐστι λόγος, τοῦ προσχέοντος ἀπὸ γλώττης δηλονότι, ἢ καὶ ἐκ καρδίας ἐρευγομένου καὶ ἀναφέροντος· ἔσται δὲ Λόγος ὁ Πατὴρ, ἐπείπερ ἐστὶν ὁμοούσιος Λόγῳ· ἑαυτοῦ λόγος ἔσται λοιπὸν, μᾶλλον δὲ οὐδενὸς, ἢ καὶ ὅλως οὐχ ὑπάρχει· πῶς γὰρ ἔσται λόγος, 1.55 μὴ ὄντος τινὸς, οὗ λόγος ἐστίν; ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἔσται ποτὲ τοῦ μὴ εἶναι δεκτικὴ ἡ θεία καὶ ἀκήρατος φύσις, οὐδὲ μεταχωρήσει ποτὲ εἰς Λόγον ὁ Πατὴρ, κἂν ὁμοούσιος ὑπάρχῃ Λόγῳ· μενεῖ δὲ Πατὴρ, οὗ καὶ Λόγος ἐστὶν ὁ Υἱός. {Ἄλλο.} Εἰ τροπῆς ἁπάσης καὶ ἀλλοιώσεως τῆς κατὰ τὸν τῆς οὐσίας λόγον ἡ θεία φύσις ἀνεπίδεκτος εἶναι πιστεύεται· πῶς τὸν οἰκεῖον ὥσπερ ἀφεὶς τόπον, εἰς τὸ εἶναι Λόγος ὁ Πατὴρ μεταστήσεται; τροπῆς γὰρ ἔσται δεκτικὸς, ὡς ἐξ ἀνάγκης τοῦτο παθὼν, ὁ αὐτὸς δὲ οὐκ ἔσται μὴ τηρήσας ὅπερ ἦν ἐξ ἀρχῆς. εἰ δὲ τοῦτο ἄτοπον· τὸ γὰρ ἀλλοιοῦσθαι τῆς θείας φύσεως παντελῶς ἀλλότριον· οὐκ ἄρα ἕξει τὴν μεταβολὴν τὴν εἰς Λόγον ὁ Πατὴρ, ἀλλ' ἔσται Πατὴρ ἀεὶ, τὸ ἄτρεπτον ἔχων καὶ ἀναλλοίωτον ὡς Θεός. Ἄλλο ὡς ἐκ τοῦ αὐτοῦ, διηγηματικῶς. Θεὸν ἀληθινὸν ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ πεφηνότα δεικ νύων ἑαυτὸν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος τε καὶ Υἱὸς, "Πάντα, φησὶν, ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν·" ἀλλ' εἰ καὶ πάντων ἐστὶ τῶν ἐνόντων τῷ Πατρὶ φυσικῶς ἰδιωμάτων κληρονόμος ὁ Υἱὸς, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν