De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
πεφηνώς. Καὶ γοῦν καὶ ἡμεῖς αὐτοὶ δεδιδάγμεθα, φησί, κατονομάζειν οὕτω τὸν Θεὸν καὶ ἀγορεύειν ἐν προσευχαῖς· "Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς." {Α.} Εἶτα, ὦ βέλτιστοι, φαῖμεν ἂν πρὸς τοῦτο αὐτοῖς, πότερα καλεῖν κεκελεύσμεθα Πατέρα τὸν Θεὸν ὡς εἰς τὸ τῶν ποιημάτων τελοῦντες γένος, ἢ ὅτι τῇ τῆς υἱοθεσίας δόξῃ κατεστέμμεθα, καὶ κατελογίσθημεν ἐν τέκνοις; {Β.} Ὡς ποιήματα μὲν διὰ τὴν φύσιν, υἱοὶ δὲ διὰ τὴν χάριν. {Α.} Ἀλλ' ἔνθαπερ ἂν ὀνομάζοιτο πατήρ, καὶ μὴν καὶ υἱός, μὴ συνεισβαλλέτω τὸ ποιηθέν, μήτε μὴν ὁ τοῦ πεποιῆ σθαι λόγος παρεισκεκριμένος ὁράσθω τέως, ἐπεί τοι πατρὶ μὲν ἡ σχέσις πρὸς υἱόν, υἱῷ δὲ αὖ πρὸς πατέρα, μεσολαβοῦντος οὐδενός, καθάπερ ἀμέλει καὶ ποιητῇ πρὸς ποίημα καὶ ποιήματι πρὸς ποιητήν. Εἰ δὴ οὖν τὸ ἑκάστῳ πρέπον ἀφαι ρήσομεν, καὶ τὴν τῶν καλουμένων πρός τι δύναμιν ἀτέχνως ἀτιμάζοντες, πρὸς πατέρα μὲν τῷ πεποιημένῳ, υἱῷ δὲ πρὸς ποιητὴν τὴν ἐκ τῶν σημαινομένων σχετικὴν δύναμιν ἀπονέ μοντες ἁλωσόμεθα, πῶς οὐκ ἂν ἐντεῦθεν καὶ μάλα εἰκότως τὸν ἐπὶ ταῖς ἀνωτάτω φρενοβλαβείαις ὀφλήσαιμεν γέλωτα; {Β.} Ὡς υἱοὶ Πατέρα καλέσομεν τὸν Θεόν· φληνάφων γὰρ οἶμαι τὸ διατείνεσθαι περιττά. {Α.} Ἀλλ' οὔτε πατὴρ εἴη ἂν κατά γε τὸ ἀληθές, οὔτε μὴν υἱός, εἰ μή τις νοοῖτο γεγεννηκὼς καὶ γεγεννημένος. 432 {Β.} Ὀρθῶς ἔφης. Κεκλήσθω δὴ οὖν, φασί, Πατὴρ ὁ Θεός, εἰ βούλει, τρόπῳ καταχρηστικῷ. {Α.} Πόθεν, ὦ τᾶν, τὴν ἐπωνυμίαν εὑράμενος, εἴπερ ἐστὶν αὐτὸς κατὰ φύσιν οὐ Πατήρ; Ἢ τάχα που παρ' ἡμῶν ἐροῦσι τῶν φύσει τε καὶ ἀληθείᾳ πατέρων; {Β.} Εὖ ἴσθι τοι καὶ τοῦτο ἐροῦντας. {Α.} Ποῖ δὴ οὖν ἄρα θήσομεν τὸν μακάριον Παῦλον, οὐχ ἡμῖν ἀπονέμοντα τῆς πατρότητος τὴν ἀρχήν, ἀλλ' οὐδὲ ἑτέρῳ τινὶ τῶν κτισμάτων, ἀφιεροῦντα δὲ ὥσπερ καὶ ἀναθέντα μόνῳ τῷ γε ἀληθῶς Θεῷ καὶ πρώτῳ Πατρί· γεγραφότος δὲ ἡμῖν ἐπαΐοι τις ἄν· "Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται." Ἀπόκριναι γάρ, ὦ Ἑρμεία, διαγυμνάσεις δὲ οὕτως ἡμῖν τὸν λόγον, εἰ ἑλοίμην ἀναμαθεῖν ἆρ' ἐν χρόνῳ γέγονεν ἀγέννητος ὁ Θεός, τοῦτο οὐκ ὢν ἐν ἀρχαῖς, ἢ γοῦν ἅμα νοεῖται Θεὸς καὶ ἦν ἀγεννήτως; {Β.} Ἀγεννήτως ἦν· τὸ γὰρ ἕτερόν τι παρὰ τοῦτο φάναι πῶς οὐκ ἀβέλτερον κομιδῇ; {Α.} Τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ μὴ γεγεννῆσθαι δηλούσης, ἢ πῶς; {Β.} Τὸ μὴ γεννηθῆναι δηλονότι. {Α.} Τί γὰρ ὅλως ἔδει τὸν ἀνάρχως ὄντα Θεὸν ὁρᾶσθαι τοιοῦτον; Ἢ ποίαν ἂν αὐτῷ καὶ τὴν κατὰ τίνων διαστολὴν προσεποίησεν ἡ λέξις, ἤγουν ἡ φύσις, εἴπερ αὐτοῦ φύσις ἐστὶ τὸ ἀγέννητον, οὐδενός πω τῶν γεννητῶν γεγονότος ἢ συνυπάρχοντος, εἴπερ οὐκ εἶναί φασι γεννήτορα τοῦ Υἱοῦ τὸν Πατέρα; Πρὸς τί γὰρ ἀγέννητος, τῆς τῶν γεννητῶν οὐσίας οὔπω τὸ σύμπαν εἰσκεκριμένης; Οὐ γὰρ δή που φαῖεν ἄν, ὥς γέ μοι φαίνηται, συνάναρχά τε καὶ συναΐδια τῷ ἀγεννήτῳ Θεῷ τὰ γεννητῶς ἐκτισμένα. Καὶ εἴπερ ἦν ἀγέννητος ἀεὶ Πατὴρ ὢν ὁ Θεός, ὑφεστάναι δὴ πάντως ἀνάγκη λέγειν καὶ τὸν δι' ὃν ἦν ἀγέννητος, τουτέστι τὸν γεννητῶς ὄντα Υἱόν, οὗ τὴν εἰκόνα καταπλουτήσαντες καὶ διὰ τῆς κατ' εὐσέβειαν ἀρετῆς λαχόντες τὴν μόρφωσιν, Πατέρα καλοῦμεν τὸν Θεὸν καὶ ἡμεῖς αὐτοί, καθ' ὁμοίωσιν τοῦ ἀνωτάτω τε καὶ πρώτου Πατρὸς πατέρες ὠνομασμένοι. Πρεσβύτερα γὰρ ἀεὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα. {Β.} Καὶ τί τὸ ἀπεῖργον τοὺς δι' ἐναντίας Πατέρα κεκλῆσθαι λέγειν καταχρηστικῶς τὸν Θεόν, ἐπείπερ ὅλως ἐσμὲν ἡμεῖς κατὰ φύσιν πατέρες, κεκλημένος δὲ Πατὴρ ὡς τοῖς γεγονόσιν αἴτιος εἰς τὸ εἶναι καὶ ὑπάρχειν, ἔχει τὸ ἀγέννητον εἰς οὐσίας δύναμιν; {Α.} Ἀλλὰ μεμαρτύρηκεν ἡμῖν ἀληθὴς ὢν ὁ Παῦλος ὡς 433 διήκει παρ' ἐκείνου τὸ τῆς πατρότητος ὄνομα κατὰ παντὸς ποιήματος λογικοῦ κατ' εἰκόνα καὶ μίμησιν τοῦ πρώτου δεικνύοντος ἐναργῶς τοῦθ' ὅπερ ἐστὶ καὶ ἐν ἡμῖν αὐτοῖς. Ἔφη δὲ οὐδαμῶς ὅτι καὶ πᾶσα ἀγεννησία παρ' αὐτοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἢ χρῆν ὅλως γεννηθῆναι μηδέν, ἵνα καὶ ἐνσημαίνοιτο τοῖς πεποιημένοις ἡ τοῦ ἀγεννήτου εἰκών. Τὸ γὰρ δὴ μάλιστα κατακαλλύνειν εἰδὸς τὴν κτίσιν ἡ πρὸς τὸ πάντων ἐστὶν ἀνωτάτω συμμορφία τε καὶ ἐμφέρεια. {Β.} Ἀναιρήσομεν οὖν τὴν κτίσιν, ἀποσυλῶντες αὐτῆς τὴν γέννησιν ἵνα