1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

28

ἀξίας, ὡς εἰς δεσπότην τὰ μέγιστα ἁμαρτών. Πλὴν οὐ καθ' αὑτοὺς καὶ ὡς ἕνα πάντων αὐτὸν καθιστᾶσιν, ἀλλὰ πρὸς τὸ σεμνότερον μετασχηματίζουσι καὶ τῷ τῆς καταστάσεως μεγαλειοτέρῳ τὸ πρὸς τοὺς ἄλλους ἀπ' αὐτοῦ φοβερὸν σχεδιάζουσιν. Οὕτω καὶ πόλις καὶ ἀρχὴ συσταθήσεται πᾶσα, τοῦ ἐφεστῶτος ὑπὲρ τοὺς πολλοὺς ὄντος. Οἱ δέ γε τυφλοὶ καὶ ἠλευθεροστόμουν καὶ παρρησιαστικώτερον· «Μὴ διὰ βρέφος ἕν, ἔλεγον, ἀρχὴ τοσαύτη καὶ τόσα πράγματα κινδυνεύσειαν, ἀλλὰ καταστατέον εἰς ἀρχὴν τὰ παρόντα, εἰ μέλλοιμεν σῴζεσθαι. Ἦ οὐκ οἴδαμεν ἐς ὁπόσον δυστυχίας ἡ τῶν Ῥωμαίων προῆλθεν ἀρχή, ὥστε καὶ ἀπελαθῆναι τῆς πατρίδος καὶ τὸ πᾶν ἀπολέσαι, μικροῖς περιγραφομένους ὁρίοις, βασιλέων ὄντων καὶ ταῦτα; Ἀλλ' ὅμως τῷ μὴ κατὰ τρόπον ἄρχεσθαι, ἐξ εὐπλοίας ὅτι θαυμαστῆς ἐναυάγησαν. Εἰ γοῦν τῷ μὴ καλῶς ἐς τὸ ἀκριβὲς ἄρχεσθαι τόσα συνέβη τὰ δυσχερῆ, τὸ μὴ ὅλως ἄρχεσθαι πόσον εἰς κίνδυνον; Ἡμῖν μὲν οὖν καλὸν μὲν καὶ τὸ πρὸς τὴν βασιλείαν πιστὸν ἥγηται, καλὸν δὲ καὶ τὸ τοῖς ὅρκοις ἐμμένοντας σῴζεσθαι· κἂν ἀπῇ τὸ σῴζεσθαι, μάταιον τὸ πιστόν. Κατὰ τί δὲ καὶ λυμανεῖται τῇ βασιλείᾳ, εἰ προσέσται τῷ φροντιστῇ τὸ ἀξίωμα; Μᾶλλον μὲν οὖν καὶ συνοίσει τὰ πλεῖστα· ὄνομα γὰρ τίμιον περιθέμενος, ἐπ' αὐτῶν τῶν πραγμάτων κρατυνεῖ μᾶλλον τὴν ἀρχὴν τῷ κρατοῦντι· ἐκ γὰρ πολλοῦ τοῦ περιόντος πρέσβεσι μὲν χρηματίσοι, λαοῖς δ' ὁμιλήσοι, ἐπιτάξοι δὲ στρατιώταις καὶ ἄρχουσι, καὶ οὐδὲν ὅ τι μὴ ὡς εἰκὸς καταστήσοι, δυσωπουμένων τὸ ἀξίωμα πάντων. Εἰ δέ τις τοῖς ἐξ ἴσου, κἂν ἄρχοι, προσφέροιτο, οὐ πείσει ῥᾳδίως ὅ τι προστάσσοι, μηδὲν ἐξ ὑπερτέρας χειρὸς ἐπιτιμᾶν τοῖς ἀνθισταμένοις δυνάμενος. Ῥωμαίων δὲ πολιτείαν εἰ καὶ ἄλλως ἢ κατὰ μοναρχίαν διοικεῖν 111 ἐθέλοι τις, θαυμάζοιμεν ἄν. Ἀμέλει τοι καὶ προηγείσθω μέν, κἂν ἀτελὴς ὁ κρατῶν εἴη, τὸ μοναρχεῖν· μενεῖ γὰρ καὶ οὕτως, κἂν δοκοίη, τὸ σύνηθες. Ἀρισταρχήσεται δὲ κατ' ἀνάγκην τὸ καθ' ἡμᾶς μαθὸν μοναρχεῖσθαι, ἄρξει δ' εἷς τῶν λοιπῶν, δυνάμει προέχων καὶ ἀξιώματι, ὡς ἂν τῷ μὲν εἷς εἶναι τὸ μόναρχον εἰκονίζοιτο, τὸ δὲ σὺν πολλοῖς πράττειν, ἀδυνατεῖν κινδυνεύων τοῦ μονήρους χάριν, νικῴη τῷ ἀξιώματι. Οὕτως ἐστὶν ἐπάναγκες τὸν ἐκλελεγμένον εἰς ἐπιτροπείαν τῷ βασιλεῖ μέγα φέρειν καὶ τὸ ἀξίωμα. Κἂν ὁ ταχθεὶς ἐξ ἡμῶν εἴη, αὐτῷ προσέσται καὶ τοῦτο· εἰ δ' οὖν, ἀλλ' ἄλλος ζητείσθω, ὅτι μηδ' αὐτὸς ἀκλεῶς τὰς ἐπὶ τούτῳ φροντίδας εὐμαρῶς ὑπέρχεται. Κἂν ἐκεῖνος καὶ δίχα σεμνώματος καταδέχοιτο τὴν ἐπὶ τοῖς πράγμασι προσεδρείαν, ἀλλ' οὖν ὁ τῆς ἀνάγκης λόγος οὕτως ἀπαιτεῖ, καθὼς καὶ λέλεκται, τὴν ἐπιτροπείαν γίγνεσθαι.»

κηʹ. Ὅπως ὁ πατριάρχης συνῄνει τοῖς ὑπὲρ τοῦ Παλαιολόγου λέγουσιν. Τούτων ῥηθέντων τῶν λόγων, ἐπεὶ καὶ ὁ πρωτοθύτης τὴν πλείστην ῥοπὴν ἐδίδου τοῖς ὑπὲρ τοῦ Παλαιολόγου λέγουσι ... Προκατείληπτο γὰρ καὶ αὐτὸς ἐπὶ τούτῳ ὡς καλῶς ἄρξοντι, προσπαθῶν ἐκ πολλοῦ, ἔτι δὲ καὶ τὸ μεῖζόν τι πρᾶξαι ἐκ πολλῶν συνηρπάζετο. Καὶ δῆλον ἐξ ὧν, ἀγγελθὲν αὐτῷ ἐν Νικαίᾳ ὡς τεθνήκει ὁ βασιλεύς, οὔπω μαθόντων τῶν ἄλλων, ἐπίστευε μὲν τὸν λόγον τινὶ τῶν οἰκείων αὐτοῦ· ὁ Γεμιστὸς δ' οὗτος ἦν, ὃς καὶ μέχρι τοῦ μεγάλου οἰκονομάτου κατηντήκει κατὰ τὴν πόλιν ἐσ ύστερον· ἐπεὶ δὲ καὶ περὶ τῆς τῶν πραγμάτων διοικήσεως ὁ λόγος ἐκείνοις ἦν, τὸν Παλαιολόγον ἐκεῖνος προὐτίθει πάντων. Ἐπὶ τούτοις οὖν ὁ πατριάρχης, προκατειλημμένος ὤν, εὐθὺς συγκάταινος ἦν τοῖς ὑπὲρ τοῦ Παλαιολόγου λεγομένοις καὶ τὴν δεσποτείαν αὐτῷ ἐψηφί ζετο. Καὶ δὴ ὁ μὲν Παλαιολόγος τὸν μέγαν δοῦκα εἰς τὸν δεσπότην μετεσκευάζετο, ὁ δὲ βασιλεὺς παρεῖχε, συναιρομένου καὶ τοῦ πατριάρχου, τὰ τῆς δεσποτείας σύμβολα. Ἀμέλει καὶ ὡς δεσπότης ἐπεβάλλετο μὲν ἀνέδην τοῖς πᾶσιν, ὑπεποιεῖτο δὲ τοὺς ἐν τέλει φιλοτιμίαις ἁπάσαις καὶ 113 τοῖς ἐκ τῶν κοινῶν χαρίσμασι· βεβαίας δὲ καὶ τὰς πρὸς ἐκείνους ὑποσχέσεις παρεῖχε δοκεῖν ἐσύστερον, ἐξ ὧν ἐποίει τῷ τότε, καὶ φιλοτιμότερον προσεφέρετο. Τοῖς δέ γε τοῦ ἱεροῦ καταλόγου καὶ ἐκ φιλοτιμοτέρας χειρὸς ἐχορήγει, καὶ κρύφα καὶ