Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
φίλοι ἔσωνται. Ὁ δὲ ἀμηρᾶς <εἰς> ἄκρον πλεονέκτης ὤν, καὶ οὐδέποτε ἠρκεῖτο πλούτου καὶ τρόπου. Ὁρ 224 μητικὸς καὶ δεινὸς ὤν, τοῦ πρέσβυος τοὺς λόγους εἰς οὐδὲν ἐλογίσατο καὶ τὸν Ντε μήρην, τὸν αὐθέντην αὐτοῦ ὡς ἄγροικον λέγων ἐνέπαιζεν. Ὁ δὲ Ντεμήρης ἀκούσας ὑπὸ τοῦ πρέσβυος, τὰ ὅσα ἐφθέγξατο κατὰ τούτου ὁ ἀμηρᾶς, καὶ τὴν κενοδοξίαν αὐ τοῦ εἰδώς, ἐθυμώθη καί, πάντα τὸν στρατὸν αὑτοῦ συναθροίσας, κατ' αὐτοῦ βαδίζων ἦν. Ὡς δὲ ἤκουσε, καὶ ὁ Μπαγιαζήτης τὰς αὑτοῦ δυνάμεις συνήθροισε μετὰ σπου δῆς, εἰς συνάντησιν τοῦ Ντεμήρη ἦν ἐρχόμενος ἀνδρείως καὶ θαρσαλέως μετὰ μεγάλης ψυχῆς. Ὑπῆρχε δὲ ὁ στρατὸς τοῦ ἀμηρᾶ χιλιάδες πεντήκοντα καὶ ἑκατόν, τοῦ δὲ Ντε μήρη χιλιάδες ἦσαν ὀκτακόσιες καὶ εἴκοσι· καὶ πάλιν ἡ μεγαλοψυχία τοῦ Μπαγια ζήτου εἰς οὐδὲν τὸν Ντεμήρην ἐλογίζετο. Φθάσαντες δὲ τὰ στρατεύματα εἰς τὰ μέρη τῆς Φρυγίας, συνήντησαν· καὶ ὁ πόλεμος καὶ ἡ συμπλοκὴ καὶ ἡ σύῤῥηξις μεγάλη ἐγεγόνει. Τέλος οἱ τοῦ Μπαγιαζήτου εἰς φυγὴν ἐτράπησαν· καὶ ἐν τῷ φεύγειν αὐτοὺς πολλοὺς πιάσαντες, οἷς οὐδὲν ἕτερον ἀνιαρὸν ἐποίουν, εἰ μὴ μόνον τὰ ἱμάτια καὶ τὰ ὅπλα αὐτῶν ἤρουν καὶ γυμνοὺς ἀπέλυον. Καὶ ἐν τῷ φεύγειν καὶ τὸν Μπαγιαζήτην πιάσαντες καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱὸν ταὐτοῦ Μωσῆν καὶ ἑτέρους πολλοὺς ἄρχοντας τῆς αὐλῆς αὐτοῦ πρὸς τὸν Ντεμήρην ἤγαγον. Ὁ δὲ Ντεμήρης ἐμπλήσθη χα ρᾶς διὰ τὴν νίκην καὶ λέγει τῷ Μπαγιαζήτῃ· Κακὴ κεφαλή, διατὶ τὰς ὀρέξεις τὰς κακὰς τῆς σῆς γνώμης οὐκ ἐκυβέρνησας, ἵνα μὴ εἰς τοῦτο ἔλθῃς; Οὐκ οἶδας, ὅτι οὐδεὶς δύναται τῷ ἐμῷ στρατῷ ἀντιστῆναι; Εἶτα θαυμάζων ὁ Ντεμήρης τὴν βασιλικὴν ἀποσκευὴν τοῦ Μπαγιαζήτου καὶ ὡραίαν καὶ τὰς σκηνὰς ἐκείνας τὰς θαυμαστάς, τὰ το σοῦτα ὄρνεα καὶ κύνας κυνηγετικούς, οὓς εἶχε, λέγει πάλιν αὐτῷ· Εἰπὲ ἐμοί, ὦ σαλὲ καὶ παράφρον, τὶς ἡ ὠφέλεια τῆς μεγάλης σου κενοδοξίας μετὰ τοσούτης παρασκευῆς; Ἀποκριθεὶς δὲ ὁ Μπαγιαζήτης λέγει τῷ Ντεμήρη· Οἶδα καλῶς διὰ τὸ εἶναί σε ἄγροι κον Σκύθαν καὶ ἐκ ἀσήμου γένους, ὅτι αἱ βασιλικαὶ παρασκευαὶ οὐκ ἀρέσουσί σοι, διό τι οὐδέποτε ταῦτα ἔπρεπόν σοι· ἐγὼ γὰρ ὡς υἱὸς τοῦ Ἀμουράτη καὶ ἔγγονος τοῦ Ὀρ- χάνου καὶ δισέγγονος τοῦ Ὀτθμάνου καὶ τρισέγγονος τοῦ Ἐρτογρούλη καὶ ταῦτα καὶ πλείονα πρέπον μοί ἐστι ποιεῖν καὶ λέγειν. Ὁ δὲ Ντεμήρης ἀκούσας τοὺς αὐθά θεις λόγους τοῦ Μπαγιαζήτου, θυμωθείς, κουβούκλιον ἐκ σιδήρου ποιήσας, ἔσω αὐ τὸν ἐνέβαλε καὶ μετ' ὀλίγον αὐτὸν ἀπέκτεινε· βασιλεύσας ἔτη ἓξ πρὸς τοῖς εἴκοσι, ζήσας δὲ ἐν τῇ αἰχμαλωσίᾳ μῆνας ὀκτώ.
Περὶ τῶν συγχύσεων τῶν γινομένων διὰ τὸν τοῦ Μπαγιαζήτου θάνατον
ἀναμέσον τῶν υἱῶν αὐτοῦ, καὶ ἄλλα τινά
XXIII.Τοιουτοτρόπως οὖν τῶν πραγμάτων, ὡς εἰρήκαμεν, ἐλθόντων καὶ τοῦ ἀμηρᾶ Μπαγιαζήτου αἰχμαλωτισθέντος, εἰς ἀταξίαν καὶ κίνδυνον μεγάλον ἡ τῶν Ὀτθ μανλίδων βασιλεία ἐνέπεσε διά τινας διαφορὰς καὶ πολέμους τῶν υἱῶν τοῦ Μπαγια ζήτου· οἳ ὡς ἤκουσαν περὶ τοῦ θανάτου τοῦ πατρὸς αὑτῶν, ἠγωνίζοντο, ἵνα ἕκαστος τῆς βασιλείας τῆς πατρικῆς κύριος γένηται. Καὶ περάσαντες εἰς τὴν Εὐρώπην οἱ τεσ 226 σάρεις αὐτάδελφοι, διὰ τὸν Μωσῆν, ὡς εἰρήκαμεν, αἰχμάλωτον μετὰ τοῦ πατρὸς ἐνα πομείναντα, Ἰωσούφ, 20ὡς εἴπομεν, φωτισθεὶς τῇ αἴγλῃ τοῦ πνεύματος τοῦ ἁγίου Χριστιανὸς ἐγεγόνει, οἱ δὲ ἕτεροι ἀνὰ μέσον διαφερόμενοι καὶ μάχης γενομένης, Ἰεσ-σαὶ ὀλίγον καιρὸν ὑπερίσχυσε. Καὶ φιλίαν μεγάλην ἔχων μετὰ τοῦ βασιλέως κὺρ Μα νουὴλ καὶ στρατὸν συναθροίσας κατὰ τοῦ ῥηγὸς Οὐγγαρίας ἐλθών, οὐδὲν ἐκατώρθωσε. Καὶ κατὰ τοῦ δεσπότου Σερβίας ἐλθών, οὐδὲν αὐτῷ χρήσιμον ἐγεγόνει Καὶ περάσας ἐν τῇ Ἀσίᾳ, ἵνα ἔλθῃ κατὰ τοῦ ἀδελφοῦ Μουσουλμάνου, καὶ εἰς τὰ μέρη τῆς Καππα δοκῶν ἐπαρχίας συναντήσαντος, Ἰεσσαὶ ἡττηθεὶς ἔφυγε· καὶ ἐν τῷ φεύγειν πιάσαντες αὐτὸν καὶ προσήγαγον τῷ ἀδελφῷ, ὁ