28
πρῶτος ἄνθρωπος, ἐκ Θεοῦ τὸ εἶναι λαβὼν καὶ γενόμενος κατ᾽ αὐτὴν τοῦ εἶναι τὴν γένεσιν, φθορᾶς ἦν καὶ ἁμαρτίας ἐλεύθεροςοὐ γὰρ συνεκτίσθη αὐτῷ φθορὰ καὶ ἁμαρτίαὅτε δὲ τὴν ἐντολὴν παραβὰς ἥμαρτε, γέννησιν καταδικάζεται διὰ πάθους καὶ ἁμαρτίας συνισταμένην, ἐν τῷ δι᾽ αὐτὴν παθητῷ τῆς ἁμαρτίας ἐχούσης, ὡς ἐν νόμῳ, λοιπὸν κατὰ τὴν φύσιν τὴν γένεσιν· καθ᾽ ὃν οὐδείς ἐστιν ἀναμάρτητος, ὑποκείμενος φύσει τῷ νόμῳ τῆς μετὰ τὴν γένεσιν διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης γεννήσεως.
Ἐπειδὴ τοίνυν διὰ τὴν παράβασιν ἡ ἁμαρτία, διὰ δὲ τὴν ἁμαρτίαν τὸ παθητὸν κατὰ τὴν γέννησιν τῇ φύσει τῶν ἀνθρώπων ἐπεισῆλθεν, καὶ συνήκμαζεν ἀεὶ τῷ παθητῷ τῆς γεννήσεως διὰ τῆς ἁμαρτίας ἡ πρώτη παράβασις, οὐκ ἦν ἐλπὶς ἐλευθερίας, δεσμῷ πονηρῷ δεθείσης ἀλύτως κατὰ γνώμην τῆς φύσεως. Ὅσον γὰρ πρὸς τὴν οἰκείαν ἔσπευδε διὰ τῆς γεννήσεως σύστασιν ἡ φύσις, τοσοῦτον πλέον ἑαυτὴν τῷ νόμῳ τῆς ἁμαρτίας ἐπέσφιγγεν, ἐνεργουμένην ἔχουσα κατὰ τὸ παθητὸν τὴν παράβασιν. Ἐν αὐτῷ γὰρ τῷ παθητῷ διὰ τὴν φυσικὴν περίστασιν ἔχουσα τῆς ἁμαρτίας τὴν αὔξησιν, πασῶν εἶχε τῶν ἐναντίων 14Β_124 δυνάμεων ἀρχῶν τε καὶ ἐξουσιῶν κατὰ τὴν ἐν τῷ παθητῷ γενικὴν ἁμαρτίαν διὰ τῶν παρὰ φύσιν παθῶν ἐγκεκρυμμένας τοῖς κατὰ φύσιν πάθεσι τὰς ἐνεργείας· δι᾽ ὧν πᾶσα πονηρὰ δύναμις ἐνήργει, κατὰ τὸ παθητὸν τῆς φύσεως εἰς τὴν φθορὰν τῶν παρὰ φύσιν παθῶν τὴν γνώμην διὰ τῶν κατὰ φύσιν ἐλαύνουσα.
Γενόμενος οὖν ὑπὲρ φιλανθρωπίας ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος τέλειος ἄνθρωπος, διὰ τὸ ταύτης τῆς πονηρᾶς ἐξελέσθαι τὴν τῶν ἀνθρώπων φύσιν ἀμηχανίας, ἐκ μὲν τῆς κατὰ τὴν γένεσιν τοῦ Ἀδὰμ πρώτης συστάσεως λαβὼν εἶχε δίχα τῆς ἀφθαρσίας τὸ ἀναμάρτητον, ἐκ δὲ τῆς ὕστερον διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης τῇ φύσει γεννήσεως μόνον εἴληφε δίχα τῆς ἁμαρτίας τὸ παθητόν. Ἐπεὶ τοίνυν ἐν τῷ παθητῷ κατὰ τὸν Ἀδάμ, ὡς ἔφην, διὰ τὴν ἁμαρτίαν αἱ πονηραὶ δυνάμεις ἔσχον τὰς ἐνεργείας ἀφανῶς ἐγκεκρυμμένας τῷ περιστατικῷ νόμῳ τῆς φύσεως, εἰκότως ἐν τῷ Σωτῆρι Θεῷ τοῦ Ἀδὰμ θεωροῦσαι κατὰ φύσιν διὰ τὴν σάρκα τὸ παθητὸν καὶ δοκοῦσαι πρὸς ἀνάγκης περιστατικῶς ὡς ψιλὸν ἄνθρωπον καὶ τὸν Κύριον κεκτῆσθαι τὸν νόμον τῆς φύσεως, ἀλλ᾽ οὐχὶ κατὰ θέλησιν γνώμῃ κινούμενον, προσέβαλον, ἐλπίζουσαι κἀκεῖνον διὰ τοῦ κατὰ φύσιν πάθους τὸ παρὰ φύσιν πείθειν φαντάζεσθαι πάθος καί τι δρᾶν αὐταῖς ἐοικός· ὅς, διὰ τῆς πρώτης πείρας τῶν καθ᾽ ἡδονὴν πειρασμῶν συγχωρήσας τοῖς οἰκείοις αὐτὰς ἐμπαίζεσθαι δόλοις, ἐξεδύσατο ταύτας ἐξωθήσας τῆς φύσεως, ἀπρόσιτος μείνας αὐταῖς καὶ ἀνέπαφος, ἡμῖν προδήλως ἀλλ᾽ οὐχ ἑαυτῷ τὴν νίκην ποιούμενος· οἷς καὶ γέγονεν ἄνθρωπος προσάγων ὡς ἀγαθὸς ὅλον τὸ κατορθούμενον. Οὐ γὰρ αὐτὸς ἐδεῖτο πείρας, Θεὸς ὢν καὶ δεσπότης καὶ παντὸς πάθους κατὰ φύσιν ἐλεύθερος, ἀλλ᾽ ἵνα, τοῖς ἡμετέροις πειρασμοῖς τὴν πονηρὰν προσκαλούμενος δύναμιν, ἕληται τῇ προσβολῇ, νεκρώσας τὴν ἑλεῖν αὐτὸν ὡς ἐν ἀρχῇ τὸν Ἀδὰμ προσδοκήσασαν.
14Β_126 Οὕτω μὲν οὖν κατὰ τὴν πρώτην πεῖραν προσβαλούσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐξεδύσατο, πόρρω ποιήσας τῆς φύσεως, καὶ τὸ καθ᾽ ἡδονὴν παθητὸν ἰασάμενος, καὶ τὸ χειρόγραφον ἐν ἑαυτῷ τοῦ Ἀδὰμ τῆς τῶν καθ᾽ ἡδονὴν παθῶν γνωμικῆς συγκαταθέσεως ἀπαλείψας· δι᾽ οὗ τὴν γνώμην ὁ ἄνθρωπος ῥέπουσαν ἔχων πρὸς ἡδονὴν τὴν πονηρὰν καθ᾽ ἑαυτοῦ καὶ σιγῶν διὰ τῶν ἔργων ἀνεκήρυττε δεσποτείαν, τῷ τοῦ θανάτου φόβῳ τῆς καθ᾽ ἡδονὴν ἐνοχῆς οὐκ ἐλευθερούμενος.
Ἐπειδὴ τοίνυν διὰ τῆς καθ᾽ ἡδονὴν πρώτης πείρας ἡττήσας τὰς πονηρὰς ἐματαίωσε δυνάμεις ἀρχάς τε καὶ ἐξουσίας ὁ Κύριος, καὶ δευτέραν αὐταῖς συγχωρεῖ ποιεῖσθαι προσβολὴν καὶ τὴν λειπομένην δι᾽ ὀδύνης καὶ πόνων πεῖραν τῶν πειρασμῶν προσαγαγεῖν, ἵνα τελείως κενώσας ἐν ἑαυτῷ τὸν φθαρτικὸν ἰὸν τῆς