παράνομον, τὰ δόγματα τῶν δαιμόνων ἐστὶν, οἷς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ 17.245 ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου. Ὁ καθαίρων ἑαυτὸν ἐκ τῶν παθῶν, καὶ ἐργαζό μενος τὰς ἐντολὰς τοῦ Θεοῦ, τοῦ ψυχοτρόφου ἄρτου σοφίας καὶ γνώσεως Θεοῦ ἐμπλησθήσεται· ὁ δὲ διώ κων σχολὴν τοῦ μὴ ποιεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, πλησθήσεται πενίας. Οἱ νῦν ἐλεήμονες, ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεη θέντες ὑπὸ τοῦ Θεοῦ, καὶ γενόμενοι ἄγγελοι, ἄρξουσι τῶν βασκάνων καὶ πλουσίων ἀσεβῶν· τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὑτοῦ ὑπέσχετο δώσειν Κύριος, τὸ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρί νοντας δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, πλήρης γνώσεως πνευματι κῆς, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυν άγουσα· τὸ δὲ κρίνειν ἐνταῦθα, τὸ διδάσκειν σημαί νει· ὡς καὶ τὸ, Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς, ἀντὶ τοῦ, δίδασκε· ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ μᾶλ λον ποιήσει τὸν βάσκανον. Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γε νήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει· οὕτω καὶ Ματθαῖον τοῦ τελωνείου ἀπολέσας ὁ Κύριος, δικαιοσύνην αὐτῷ ἐχαρίσατο· πληθύνονται γὰρ οἱ δίκαιοι, ὅταν οἱ ἀσε βεῖς καταλείψωσι τὴν ἀσέβειαν, καὶ σὺν τοῖς δι καίοις γενήσονται δίκαιοι· στένουσι δὲ καὶ οἱ δίκαιοι καὶ ὀδυνῶνται, ὁρῶντες τοὺς ἀσεβεῖς ἐν τόπῳ τῆς ἀσεβείας ἱσταμένους, καὶ μὴ μετανοοῦντας. Κρείσσων γὰρ ἀνὴρ ὁ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐλέγχων, ἢ ὁ ἐν σκληρᾷ καρδίᾳ παραινῶν καὶ ὑπισχνούμενος συναπολαῦσαι αὐτῷ τῶν ἐν κα κίᾳ· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ ἐν τῇ ὀρέξει τῶν παθῶν, ὁ ἐπὶ πάντας θάνατος, ἐπελθὼν ἐπὶ τοὺς κατ' αὐτῶν συμπράκτορας, οὐκ ἔστιν ἴασις τῇ ψυχῇ αὐτῶν· οὐκ εἶπεν δὲ, ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔσται ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος δηλονότι τὰ τῶν παθῶν ὑπεκκαύ ματα, ξύλα, χόρτον, καλάμην· εἴπερ καὶ τοῖς καιο μένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγίεια προσγί νεσθαι. Ἐγκωμιαζομένων τῶν δικαίων ὑπὸ τοῦ Κυρίου ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, οἱ τῆς αὐτῶν μερίδος λαοὶ εὐφρανθήσονται· ὅσοι δέ εἰσιν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, οὗτοι πάντως τότε στένουσιν. Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπ' αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρί 17.248 φους ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογι σμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σῖτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγό μενον· Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικὴν διὰ τῶν ἐντολῶν αὐτοῦ· ὁ δὲ παράνομος Ἀντίχριστος, πρὸς ἀπώλειαν ἐρεθίζει τὸ γένος τῶν ἀνθρώπων. Ἐν παντὶ τὸ κρίνειν, διδάσκειν λέγεται· καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας· ὡσαύτως καὶ ἐπὶ ἀρετῶν, καὶ ἐπὶ πᾶν ὁτιοῦν ἀγαθὸν, τὸ κρίνειν διδάσκειν λέλεκται· ἄνδρα δὲ ἐνταῦθα κρί νειν ἔθνη, τὸν Πέτρον φησὶ, τὸν τὴν οἰκουμένην δι δάξαντα τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν· καὶ Παῦλον, καὶ τοὺς λοιποὺς μετέπειτα διδασκάλους· ἄνδρα δὲ φαῦλον, τοὺς κατὰ Θευδᾶν καὶ Ἰούδαν, καὶ Σαμοσατέα, καὶ τοὺς τούτων ὁμόφρονας· ἐπὶ δὲ τὸν φαῦλόν φησιν ὁ ∆αυΐδ· Καὶ ἐπ' αὐτὸν γελά σονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες