λόγος, καὶ θυγάτηρ, φησὶ, Τύρου ηξει μετὰ δώρων, καὶ τὸ σὸν πρόσωπον δὲ πλου σίοι τοῦ λαοῦ λιτανεύσουσιν ἐν δώροις, οὐ γὰρ αὐτὴν προσκυνοῦσιν, ἀλλὰ τὴν κεφαλὴν αὐτῆς, ος ἐστιν ὁ Χριστὸς ον νῦν καταση μαίνει. Τοὺς Τυραίους δὲ ὠνόμασεν διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς ειναι τοῦ εὐσεβοῦς πολιτεύματος. -Πᾶσα ἡ δόξα αὐτῆς θυ γατρὸς τοῦ βασιλέως εσωθεν. Τοῦτό φησιν, εὐαγγελιζόμενος καὶ αὐτοὺς βασιλεῖς καὶ τοὺς ἐν ὑπεροχῇ οντας προσκυνήσειν τῇ ἐκκλησίᾳ, ητοι τὸν ἐν αὐτῇ Κύριον. Τὸ εσωθεν Θεὸν εσω σημαίνει. Νοητὸς γὰρ ὁ κόσμος τῆς ἐκκλησίας. Κροσσὸς καὶ τὰς πολυειδεῖς ἀρετὰς σημαίνει Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως εσωθεν ἐν κροσ σωτοῖς περιβεβλημένη, πεποικιλμένη, ει τουν πράξεσι, ειτε καὶ θεωρήμασι· καὶ εἰ ὑπόζυγόν ἐστί τι Χριστῷ, καὶ εἰ παρθένος ολη Χριστοῦ, ἡ μὲν ἐν τῷ παντελῶς ἐνδεσ μεῖσθαι τῷ Λόγῳ, ἡ δὲ μηδ' ολως γενέσθω τοῦ κόσμου· οὐ γάρ ἐστιν ὑπόζυγον μέρος, τοῦτο παντελὲς τῷ παρθένῳ. 45.2 ̔Ο Θεὸς ἡμῶν καταφυγὴ καὶ δύνα μις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ προσφεύγωμεν· καὶ μαχόμενοι αὐτῇ τῇ δικαιοσύνῃ μαχόμεθα. Πάλιν φεύγοντες τὴν ἀδικίαν, τῇ δικαιοσύνῃ προσφεύγωμεν· εἰ μὲν δὲ προσφεύγομεν αὐτῇ, καταφυγὴ ὀνο μάζεται. Εἰ δὲ μετ' αὐτῇ πολεμοῦμεν, δύνα μιν λέγει. 45.5 Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραί νουσι τὴν πόλιν τοῦ Θεοῦ. Χαρίσματα τοῦ ἁγίου Πνεύματος· Ποτα μοὶ γὰρ, φησὶν, ἐκ τῆς καρδίας αὐτοῦ ῥέουσιν υδατος ζῶντος. Ελεγε δὲ περὶ τοῦ Πνεύ ματος. 45.8 Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς ἀποστόλοις ὑπέσχετο· ̓Ιδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμί. Καί· Οπου δύο η τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ονομα, ἐγώ εἰμι μέσῳ σὺν αὐτοῖς. Πάλιν Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν, ὡς οὐδὲν πέσωμεν παρ' αὐτοῦ. Εἰ γὰρ Θεὸς ὑφ' ἡμῶν, τίς καθ' ἡμῶν; αὐτὸς πολεμήσει ὑφ' ἡμῶν, ἡμεῖς δὲ ἡσυχάσομεν. 46.5 ̓Εξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν ̓Ιακὼβ, ην ἠγάπησεν. Ην ἠγάπησεν καλλονὴν ̓Ιακὼβ, ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ. 46.7,8 Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Ψάλατε τῷ βασιλεῖ ἡμῶν .... ψάλατε συ νετῶς. ̔Ο μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν Θεὸν, ὁπηνίκα αν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ πρόκειται. 47.3 Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς· ορη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. ̔Ο Χριστὸς, εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. ̔Ρίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος, ὁ ἐν αὐτῷ. -Πρότερον μὲν ην ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἀφ' ου ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ορος Σιὼν, εχον ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν, καὶ ἀποστρέψαντα ἀπὸ ἀσεβείας, ἀπὸ ̓Ιακώβ. - ̔Η μὲν ̔Ιερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ εθνη ἐν τῷ βοῤῥᾷ· ἐπειδὴ καὶ μέγα ἐφρόνουν οἱ ̓Ιου δαῖοι, ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυ σιν ὁ λόγος ὡς τὰ ορη ταύτης ἐστιν ἑδραίω μα τῆς Σιών· τὸ κλῆμά ἐστι τοῦ βοῤῥᾶ, οπερ κλῆμα διὰ τῶν πλευρῶν δηλοῦται· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλῆμα τοῦ βοῤῥᾶ, τὴν πλευρὰν ειρηκεν· δείκνυσι, τουτέστιν Σιών ἐστι τὰ εθνη, τὰ παραδεξόμενα τὸ εὐαγγέ λιον. 47.8 ̓Εν πνεύματι βιαίῳ συντρίψεις πλοῖα 47.8 Θάρσις. Πλοίοις Θάρσις, οἱονεὶ πολυστήμοις, πο λυφόρους τοὺς βασιλεῖς παρεικάζει· πλοῖς δὲ συντρίβει βιαίῳ πνεύματι δι' ου συνέτρι ψεν νοητάς τινας δυνάμεις, δι' ου τοὺς ἐχ θροὺς ἀποτρέπει. 48.1 Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ ψαλ μός. ∆ύναται δὲ καὶ εἰς τὴν ἑκάστου νίκην τῶν ἐν τῷ ἀγωνίζεσθαι νικώντων ἀναφέ ρεσθαι ἡ ἐπιγραφή. 48.2,3 ̓Ακούσατε αὐτὰ, πάντα τὰ εθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οι τε γηγενεῖς, καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τρεῖς γὰρ εἰσὶν αἱ συζυγίαι τῶν κεκλη μένων, ἐν αις απαν τὸ τῶν ἀνθρώπων πε ριέχεται γένος· εθνη καὶ οἱ κατοικοῦντες τὴν οἰκουμένην, γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀν θρώπων, πλούσιοι καὶ πένητες. - ̔Η πρώ τη, εθνη, οσα εἰσὶν οἱ κατοικοῦντες τὴν οἰ κουμένην, οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν. Ειτα μετὰ τούτους, γηγενεῖς, οἱ