τί τὸ ἐπικαλεῖσθαι, τῶν μὴ ἐξητακότων τὴν Γραφὴν οἰομένων παντὸς οὑτινοσοῦν ῥέποντος ἐπὶ τὸ εὔξασθαι εἶναι ἔργον· τοῦ δὲ Προφήτου σαφέστατα περιστάντος, ὅτι ἁγίων ἐστὶ καὶ σωθησομένων πάν τως τὸ ἐπικαλεῖσθαι· «Πᾶς» γὰρ, φησὶν, «ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Εἰ γὰρ «πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθή σεται,» ὁ μὴ σωζόμενος οὐκ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, εἰ καὶ πολλάκις ἔδοξε τοῦτο πεποιηκέναι. Οὐ γὰρ ἐν φωνῇ κρίνεται τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, ἀλλ' ἐν διαθέσει τοῦ λέγοντος καὶ πίστει βε βαίᾳ. Οὕτω γοῦν ἐν τῷ ηʹ ψαλμῷ οὐ τοῖς τυχοῦ σιν ἀποδέδοται τὸ ἐπικαλεῖσθαι Κύριον, ἀλλὰ τῷ Σαμουὴλ, ὃς τοσοῦτον παρὰ Θεῷ τετίμητο, ὥστε Μωϋσεῖ αὐτὸν συναριθμεῖσθαι τῷ φίλῳ, ὡς Ἱερεμίας φησίν· «Οὐδ' ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσ ώπου μου, περὶ τῶνδέ τινων τῶν ἀσεβῶν εὐχόμενοι, οὐδὲ τούτων εἰσακούσομαι, λέγει Κύριος.» Γέγραπται τοίνυν περὶ αὐτοῦ· «Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προσ τάγματα ἃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐΐλατος ἐγένου αὐτοῖς.» Ἐπεὶ γὰρ ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προσ τάγματα ἃ ἔδωκεν αὐτοῖς, ὅτε ηὔχοντο, εἰς ἐπικα λουμένους ἐλογίζοντο. Καὶ ἐν τῷ ἑκατοστῷ τεσσαρα κοστῷ τετάρτῳ ψαλμῷ ἀκριβέστερον διδασκόμεθα τίς ὁ ἐπικαλούμενος οὗτος· «Ἐγγὺς Κύριος τοῖς ἐπικα λουμένοις αὐτὸν ἐν ἀληθείᾳ,» ὥς τινων οὐκ ἐπικα λουμένων αὐτὸν ἐν ἀληθείᾳ· «Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Τελείως γάρ ἐστι λέγειν «Κύριε,» ὅτε καὶ τὰ ἔργα φθέγγεται καὶ λέγεται, «Κύριε, Κύριε.» Σαφὲς γοῦν ἐνταῦθα, ὅτι ὁ ἐπικαλούμενος Κύριον δικαιοσύνην ἔχει, καὶ δικαιοσύνην ἀληθῆ. Εἰ δὲ Χριστὸς δικαιοσύνη, ὁ δίκαιος δικαιοσύνης μετέ χει, τουτέστι Χριστοῦ. Ἵνα δὲ μὴ ᾖ ἐπὶ καυχήματος τὸ, «Ὁ Θεὸς τῆς δικαιοσύνης μου,» δυνάμεθα προσ χρήσασθαι τῷ· «Ὃς ἐγενήθη ἀπὸ Θεοῦ σοφία ἡμῖν καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις,» καὶ ἴσον ἔσται τῷ, ὁ Θεὸς τοῦ Κυρίου μου. Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου, κ. τ. ἑ. Ἔοικεν ἡ θεία Γραφὴ ἰδίως, τὴν προαίρεσιν οὐ περιεργαζομένη ἀνθρώπου, θλίψιν ὀνομάζειν τὸ πε ριστατικὸν, καὶ γυμνασίου ἕνεκεν συμβαῖνον τῷ ἁγίῳ· τὸ γὰρ τῷ ἁμαρτωλῷ γινόμενον μάστιγα καλεῖ. «Πολ 12.1137 λαὶ» γὰρ, φησὶν, «αἱ θλίψεις τῶν δικαίων·» καὶ, «Πολ λαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Καὶ παραδείγματος ἕνεκεν ἐροῦμεν, ἃ μὲν πέπονθεν Ἰὼβ, θλίψεις εἶναι, καὶ ἃ Ἰωσὴφ ἐν Αἰγύπτῳ· ἃ δὲ ∆αυῒδ διὰ τὴν τοῦ Οὐρίου καὶ διὰ τὸ ἠριθμηκέναι τὸν λαὸν, μάστιγας. Παρατηρητέον μέντοιγε, μή τι λανθάνῃ ἡμᾶς ἐν τῇ Γραφῇ, ὅτι θλίψις ἐστὶν ἐπὶ ἁμαρτωλῶν τεταγμένη, καὶ μάστιξ ἐπὶ τῶν ἤδη δικαίων. Ὅτι δὲ θλίψις ὁ τοῖς ἁγίοις διδόμενος πειρασμὸς ἀθλοῦσιν καλεῖται, ἀπὸ πολλῶν ῥητῶν κινούμεθα καὶ ἑτέρων παρὰ τὰ προειρημένα. Οὐ θαυμαστὸν γὰρ εἰ μάστιξ ἅπτεται υἱῶν ἡμαρτηκότων, ὥς φησιν ὁ Σολομών· «Μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.» Καὶ πάλιν ἐπιστα τεῖν χρὴ μάστιγας καλεῖν τὰ τοῖς Αἰγυπτίοις διὰ τὸν Ἰσραὴλ συμβεβηκότα· ἐπεὶ υἱῶν ἐστιν τὸ μαστιγοῦ σθαι. Καὶ γὰρ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ εἴρη ται· «Ἐὰν καταλείπωσιν υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐὰν τὰ δι καιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν.» Τούτων δὲ εἰρημένων, τὸ μὲν θλίβεσθαι οὐκ ἂν εἴη τῶν ἐφ' ἡμῖν· τὸ δὲ δυσαρεστεῖσθαι καὶ ἐνδιδόναι τῶν ἐφ' ἡμῖν ψεκτῶν· ὅπερ στενοχωρεῖ σθαι ὀνομάζουσιν αἱ Γραφαί. Τὸ δὲ πρὸς τῷ μὴ ἐνδι δόναι καὶ εὐφραίνεσθαι ἐν αὐταῖς, ὡς οὔσαις προ φάσεσι μειζόνων ἄθλων καὶ ἐπαγγελιῶν, ἁγίων ἔρ γον, καθά φησιν ὁ Ἀπόστολος· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι.» Καὶ αἰτιώμενος Κοριν θίους φησὶν αὐτοῖς προσιέναι στενοχωρίαν, οὕτω λέ γων· «Οὐ στενοχωρεῖσθε