ἀγγέλῳ ὅτι ὀλίγαι εἰσὶν αἱ εὐχαί, λέγει αὐτῷ ὁ ἄγγελος· "Ταῦτα διετύπωσα ὡς φθάνειν καὶ τοὺς μικροὺς ἐπιτελεῖν τὸν κανόνα καὶ μὴ λυπεῖσθαι. Οἱ δὲ τέλειοι νομοθεσίας χρείαν οὐκ ἔχουσι· καθ' ἑαυτοὺς γὰρ ἐν ταῖς κέλλαις ὅλον ἑαυτῶν τὸ ζῆν τῇ τοῦ θεοῦ θεωρίᾳ παρεχώρησαν. Τούτοις δὲ ἐνομο θέτησα ὅσοι οὐκ ἔχουσι νοῦν ἐπιγνώμονα, ἵνα κἂν ὡς οἰκέ ται τὴν σύνταξιν πληροῦντες τῆς πολιτείας διατεθῶσιν ἐν παρρησίᾳ". 32.8 Ἔστιν οὖν ταῦτα τὰ μοναστήρια πλείονα κρατήσαντα τοῦτον τὸν τύπον, συντείνοντα εἰς ἑπτακισχιλίους ἄνδρας. Ἔστι δὲ τὸ πρῶτον καὶ μέγα μοναστήριον ἔνθα αὐτὸς ὁ Παχώμιος ᾤκει, τὸ καὶ τὰ ἄλλα ἀποκυῆσαν μοναστήρια, ἔχον ἄνδρας χιλίους τριακοσίους. Ἐν οἷς καὶ ὁ καλὸς Ἀφθόνιος ὁ φίλος μου γενόμενος γνήσιος, τὸ νῦν δευτερεύων ἐν τῷ μοναστηρίῳ· ὃν ὡς ἀσκανδάλιστον ἀποστέλλουσιν ἐν Ἀλεξανδρείᾳ ἐπὶ τὸ διαπωλῆσαι μὲν αὐτῶν τὰ ἔργα, συνω νήσασθαι δὲ τὰς χρείας. 32.9 Ἔστι δὲ ἄλλα μοναστήρια ἀπὸ διακοσίων καὶ τριακοσίων· ἐν οἷς καὶ εἰς Πανὸς τὴν πόλιν εἰσελθὼν εὗρον ἄνδρας τριακοσίους. [Ἐν τούτῳ τῷ μοναστηρίῳ ἑώρακα ῥάπτας δεκαπέντε, χαλκεῖς ἑπτά, τέκ τονας τέσσαρας, καμηλαρίους δώδεκα, κναφεῖς δεκαπέντε.] Ἐργάζονται δὲ πᾶσαν τέχνην, καὶ ἐκ τῶν περιττευμάτων οἰκονομοῦντες καὶ τὰ τῶν γυναικῶν μοναστήρια καὶ φυλακάς. 32.10 [Τρέφουσι δὲ καὶ χοίρους· ἐμοῦ δὲ ψέγοντος τὸ πρᾶγμα, ἔλεγον ὅτι "Ἐν τῇ παραδόσει παρελάβομεν ὅτι τρεφέσθωσαν μὲν διὰ τὰ σινιάσματα, διὰ τὰ ἀποκαθα ρίσματα τῶν λαχάνων, διὰ τὰ ῥιπτόμενα περιττώματα, ἵνα μὴ ζημιῶνται. Καὶ θυέσθωσαν οἱ χοῖροι, καὶ τὸ κρέας μὲν πιπρασκέσθω, τὰ δὲ ἄκρα τοῖς νοσοῦσι καὶ τοῖς γέρουσιν ἀναλισκέσθωσαν, τῷ μετρίαν εἶναι τὴν χώραν καὶ πολυ άνθρωπον"· τὸ γὰρ ἔθνος τῶν Βλεμμύων αὐτοῖς παροικεῖ.] 32.11 Ἀναστάντες δὲ οἱ ἐφημερευταὶ ὄρθριοι οἱ μὲν περὶ τὸ μαγειρεῖον οἱ δὲ περὶ τὰς τραπέζας γίνονται. Ἵστωσιν οὖν αὐτὰς μέχρι τῆς ὥρας ἀπαρτίσαντες, ἐπιθέντες κατὰ τράπεζαν ἄρτους, λαψάνας συνθέτας, ἐλαίας, τυροὺς βοῶν, [τὰ τῶν κρεῶν ἄκρα,] καὶ λεπτολάχανα. Εἰσὶν οὖν οἱ εἰσερ χόμενοι ἕκτην ὥραν καὶ ἐσθίοντες, ἄλλοι ἑβδόμην, ἄλλοι ὀγδόην, ἄλλοι ἐννάτην, ἄλλοι ἑνδεκάτην, ἄλλοι ἑσπέραν βαθεῖαν, ἄλλοι διὰ δύο, ὡς ἕκαστον στοιχεῖον τὴν ἰδίαν ὥραν γνωρίζειν. 32.12 Οὕτως ἦν αὐτῶν καὶ τὰ ἔργα· ὁ μὲν ἐργάζεται γῆν γεωργῶν, ἄλλος κῆπον, ἄλλος χαλκεῖον, ἄλλος ἀρτοκοπεῖον, ἄλλος τεκτονεῖον, ἄλλος γναφεῖον, ἄλλος πλέκων σπυρίδας τὰς μεγάλας, ἄλλος βυρσεῖον, ἄλλος σκυ τοτομεῖον, ἄλλος καλλιγραφεῖον, ἄλλος πλέκων τὰ μαλάκια· ἀποστηθίζουσι δὲ πάσας τὰς γραφάς. 33 .tΠερὶ τοῦ μοναστηρίου τῶν γυναικῶν 33.1 Τούτοις ἔστι καὶ μοναστήριον γυναικῶν ὡς τετρακοσίων, τὴν αὐτὴν ἔχον διατύπωσιν, τὴν αὐτὴν πο λιτείαν, ἐκτὸς τῆς μηλωτῆς· καὶ αἱ μὲν γυναῖκες πέραν τοῦ ποταμοῦ, οἱ δὲ ἄνδρες ἀντιπέρα. Ὅταν οὖν τελευ τήσῃ παρθένος, ἐνταφιάσασαι αὐτὴν αἱ παρθένοι φέρουσι καὶ τιθέασι παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ· περάσαντες δὲ οἱ ἀδελφοὶ μετὰ πορθμείου, μετὰ βαίων καὶ κλάδων ἐλαιῶν, μετὰ ψαλμῳδίας φέρουσιν αὐτὴν εἰς τὸ πέραν, θάπτοντες εἰς τὰ ἴδια μνήματα. 33.2 Παρεκτὸς μέντοι τοῦ πρεσβυτέρου καὶ τοῦ διακόνου οὐδεὶς περᾷ εἰς τὸ μοναστήριον τῶν γυναικῶν, καὶ τοῦτο κατὰ κυριακήν. Ἐν τούτῳ τῷ μοναστηρίῳ τῶν γυναικῶν συνέβη πρᾶγμα τοιοῦτον· ῥάπτης κοσμικὸς περάσας κατὰ ἄγνοιαν ἐζήτει ἔργον· καὶ ἐξελθοῦσα νεωτέρα μία, ἔρημος γάρ ἐστιν ὁ τόπος, συνέτυχεν αὐτῷ ἀκουσίως καὶ δέδωκεν αὐτῷ ἀπό κρισιν ὅτι "Ἡμεῖς ἔχομεν ἡμετέρους ῥάπτας". 33.3 Ἄλλη ἑωρακυῖα τὴν συντυχίαν, χρόνου παρελθόντος καὶ γενο μένης μάχης, ἐξ ὑπονοίας διαβολικῆς ἀπὸ πολλῆς πονη ρίας καὶ ζέσεως θυμοῦ, ἐσυκοφάντησε ταύτην ἐπὶ τῆς ἀδελφότητος· ᾗ συνέδραμον καὶ ἄλλαι ὀλίγαι τῇ κακίᾳ. Ἀπολυπηθεῖσα οὖν ἐκείνη ὡς ὑποστᾶσα τοιαύτην συκο φαντίαν τὴν μήτε εἰς ἔννοιαν αὐτῆς ἐλθοῦσαν, καὶ μὴ ἐνεγ κοῦσα ἔβαλεν ἑαυτὴν εἰς τὸν ποταμὸν λάθρα καὶ ἐτε λεύτησεν. 33.4 Οὕτως ἡ συκοφαντήσασα, γνοῦσα ὅτι ἐσυ κοφάντησεν ἀπὸ πονηρίας καὶ εἰργάσατο τὸ ἄγος τοῦτο, λαβοῦσα ἀπήγξατο καὶ αὐτὴ μὴ στέξασα τὸ