φησιν, ὅτι πρὶν αὐτὴ ἀπαρτισθῇ ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος φησίν· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτοροφωνίᾳ περιεχομένας φωνήσεις δηλοῖ καί φησιν, ὅτι πρὶν ἢ τὰς δύο τὰς κατὰ μέρος φωνήσεις προελθεῖν, τρίτον ἀπαρνήσῃ με· ὅπερ καὶ αὐτὸ δηλοῖ, ὅτι πρὶν τὴν ὅλην ἀλεκτοροφωνίαν τὴν πρώτην παρελθεῖν, τρίτον ἀπαρνήσῃ με· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία καὶ τρεῖς καὶ τέσσαρας πολλάκις ἔχει φωνήσεις. λίαν οὖν συμφωνοῦσιν κατὰ τοῦτο ἀλλήλοις οἱ εὐαγγελισταί· ὅτε γὰρ Μᾶρκος καὶ οἱ ἄλλοι εὐαγγελισταὶ τὸ αὐτὸ ὑποδηλοῦσιν, ὅτι οὔπω τῆς πρώτης ἀλεκτοροφωνίας ὅλης ἀπαρτισθείσης καὶ ἐκφωνηθείσης ὁ Πέτρος τρίτον ἠρνήσατο, ἀλλ' οἱ μὲν ἄλλοι ὁλοσχερέστερον καὶ κεφαλαιωδέστερον αὐτό φασιν· οὐ γὰρ ἐπισημαίνονται ἐν ποίᾳ ἐκφωνήσει τῆς πρώτης ἀλεκτοροφωνίας ἢ ἡ πρώτη ἢ ἡ δευτέρα ἢ ἡ τρίτη ἄρνησις τοῦ Πέτρου ἐγένετο, μόνον δέ φασιν, ὅτι τρίτον ἀρνησαμένου εὐθέως φώνησις γέγονεν ἀλέκτορος, ἆρα δὲ ἡ πρώτη τῆς πρώτης ἀλεκτοροφωνίας ἦν αὕτη ἡ φώνησις ἢ ἡ δευτέρα, οὐδὲν ἐπιδηλοῦσιν. ὁ μέντοι γε Μᾶρκος πάντα μετὰ ἀκριβείας λέγει· φησὶν γὰρ μετὰ τὴν πρώτην ἄρνησιν· καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν . ἰδοὺ ἔχεις τὴν πρώτην ἄρνησιν, ὅτι ἐγγὺς τῆς πρώτης φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας ἐγένετο· εἶτα ἡ δευτέρα καὶ ἡ τρίτη ἄρνησις· συνεχῶς γὰρ ἀλλήλαις ἐγένοντο· φησὶν γάρ, ὅτι καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ καὶ ἑξῆς. αὐταὶ οὖν αἱ δύο ἀρνήσεις μεταξὺ γεγόνασιν τῆς πρώτης καὶ δευτέρας φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας· φησὶν γάρ· ἤρξατο ὀμνύναι, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν . ταύτης οὖν τῆς φωνήσεως καὶ οἱ ἄλλοι εὐαγγελισταὶ μνημονεύσαντες οὐκ ἐπεσημήναντο ὥσπερ οὗτος, ὅτι ἡ ἐκ δευτέρου ἦν, τοῦτ' ἔστιν ἡ δευτέρα φώνησις τῆς πρώτης ἀλεκτοροφωνίας ἦν. διὸ καὶ διαφωνίας ἐδόκει φαντασία τοῖς ῥητοῖς ὑπάρχειν. διὰ τί δὲ μὴ κατὰ τὴν πρώτην φώνησιν τῆς πρώτης ἀλεκτοροφωνίας ἤδη τὸ πρῶτον ἀρνησάμενος ὁ Πέτρος ἀνεμνήσθη τὸ ῥῆμα; ὅτι οὔπω ἦν τὸ τρίτον ἀρνησάμενος καὶ οὔπω τελείως κατανυγεὶς ἦν τὴν διάνοιαν καὶ τὴν πολλὴν χαλάσας τῆς αὐθαδείας προπέτειαν, ἀλλ' ἔτι ὑπόθερμος ἦν καὶ φιλόνεικος ὡς οὐ τελείως ἀρνήσεται. διὸ καὶ ἀφίησιν αὐτὸν ὁ δεσπότης οὐ μόνον ἀρνήσασθαι, ἀλλὰ καὶ τρὶς ἀρνήσασθαι καὶ οὐ μόνον τρίς, ἀλλὰ καὶ μετὰ ὅρκου ἀρνήσασθαι. ὅταν οὖν μέγα τὸ πτῶμα γένηται, καὶ τὸ σημεῖον τοῦ πτώματος ἠκολούθησεν ἡ τοῦ ἀλέκτορος φωνὴ καὶ ὁ δεσπότης ἐξερχόμενος ἐνέβλεψεν αὐτῷ· τότε ἀνεμνήσθη τὸ ῥῆμα , τότε ἀπέστη τοῦ θαρρεῖν, τότε ἐπέγνω τὸ πτῶμα, τότε ἰάτρευσεν τὸ τραῦμα. καὶ ὅρα, πόσα συνέδραμον, ἵνα εἰς συναίσθησιν αὐτὸν ἀγάγωσιν τοῦ πτώματος· αὐτὸ τὸ μέγεθος τοῦ ἁμαρτήματος, τὸ σημεῖον τοῦ ἁμαρτήματος, αὐτὸς ἐμβλέψας ὁ δεσπότης. καὶ τίνα τότε; τὸν Πέτρον, τὴν πέτραν, τὸν θερμόν, τὸν κλειδοῦχον, τὸν πρὸς θάνατον ἕτοιμον, τὸν κορυφαῖον, τὸν πλέον τῶν ἄλλων φιλοῦντα τὸν κύριον. φύγωμεν οὖν, ἀγαπητοί, ἐννοοῦντες ταῦτα τὸ πεποιθέναι ἑαυτοῖς καὶ νομίζειν δύνασθαί τι ἀγαθὸν ἐξανύσειν ἐξ ἰδίας μόνης προθυμίας. κακὸν τὸ πάθος, χαλεποὺς ἐγείρει τοὺς μώλωπας. συγχωρεῖ τε τῷ Πέτρῳ πεσεῖν ὁ Χριστός, ἀποστῆναί τε αὐτόν, ὡς ἔφημεν, τοῦ μὴ πεποιθέναι ἑαυτῷ, ἀλλὰ πᾶν κατόρθωμα τῆς ἄνωθεν χάριτος ἡγεῖσθαι παιδεύων καὶ ὅτι μεγάλα ἦν ἐμπεπιστευμένος· πέτρα γὰρ τῆς ἐκκλησίας καὶ τὰς κλεῖς αὐτὸς ἐδέξατο καὶ μυρία ἄλλα. ἵνα οὖν μὴ ὑπεραρθῇ, ταῦτα ᾠκονόμητο· λέγει γὰρ καὶ ὁ Παῦλος· ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ καὶ τὰ ἑξῆς. εἰ δὲ τὰ σωματικὰ πάθη κωλύουσιν ὑπεραίρεσθαι, τὸ τῆς ψυχῆς αὐτῆς καθαψάμενον μᾶλλον. ἄλλως τε. ἐπειδὴ τὸν κόσμον ἦν ἐμπεπιστευμένος διδάσκειν καὶ ὁδηγεῖν, ἵνα μὴ θερμὸς ὢν πικρότερον καὶ ἀσυγγνώστως ἐπεξέρχηται τοὺς ἀσθενείᾳ σαρκὸς τῶν ὑψηλοτέρων ὀλισθαίνοντας, παραχωρεῖται πεσεῖν, ἵνα τῷ οἰκείῳ πάθει συγγνωμονικώτερος καὶ αὐτὸς τοῖς ἁμαρτάνουσιν ἂν μετανοῶσιν γίνηται. καὶ εἰς ἡμετέραν δὲ νουθεσίαν καὶ