1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

28

κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ." Καὶ τῶν μὲν ἁμαρτωλῶν πρῶτον ἑαυτὸν ὀνομάζει, τῶν δὲ ἁγίων ἔσχατον ἀποκαλεῖ· οὕτω καὶ οἱ μακάριοι οὗτοι ἐσχάτους ἑαυτοὺς παρακελεύονται ὑμνεῖν τὸν Κύ ριον, καὶ ὑπερυψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας. Εἶτα διηγοῦνται τὸ θαῦμα· "Ὅτι ἐῤῥύσατο ἡμᾶς ἐξ ᾅδου, καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου." Ἀν θρωπίναις γὰρ ἀπηγορεύθημεν ψήφοις. "Καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλο γός· καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. (πθʹ.) Ἐξομολογεῖσθε τοίνυν τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τί γὰρ χρηστότερον, τί δὲ ἀγαθώτερον τοῦ τοσούτῳ ἐν τοῖς καθ' ἡμᾶς χρησαμένου ἐλέῳ; Καὶ τοσαύτην ἀρετὴν ἐπιδειξά μενοι, ἐλέῳ φασὶ τῆς σωτηρίας τετυχηκέναι. Εἶτα ἐπειδὴ μόνων τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσαν ἄνω, καλοῦσι καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας, καὶ τὸν Θεὸν θεραπεύειν ἐσπουδακότας. ϛʹ. "Εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν Κύριον, τὸν Θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων." Καὶ τὸ ἄπειρον αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦντες, καὶ ἡττώμενοι, πολλάκις τὸ τῶν αἰώνων ἀναστρέφουσιν ὄνομα. Τοιοῦ τος τῶν ἁγίων τούτων ὁ ὕμνος οὗτος καὶ τὸν θηριώδη καὶ ἀπηνῆ βασιλέα ἐκπλήξας, τῶν μὲν βασιλικῶν ἐξανέστησε θρόνων, δραμεῖν δὲ παρ' αὐτοὺς παρ εσκεύασε, καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῇ καμίνῳ χορεύοντας. 81.1344 "Καὶ λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; ( ϛβʹ.) Καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λελυ μένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρὸς, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τε τάρτου ὁμοία υἱῷ Θεοῦ." Ὢ τῆς ἀῤῥήτου μακρο θυμίας! Εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες· "Ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων." Ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύ τῃ καὶ τύφῳ χρησάμενον, καὶ τὸ θεῖον σέβας ἁρπά σαι καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριω δῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ποδ ηγεῖ, καὶ τὴν οἰκείαν αὐτῷ θαυματουργίαν ὑποδεί κνυσι, καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον ἐμφανῆ αὐτῷ ποιεῖ. Καὶ ἐκπλήττει μὲν αὐτὸν, πρῶτον τῷ ἀριθμῷ, ἀντὶ τριῶν τέσσαρας ὑποδείξας· ἔπειτα τῇ λύσει τῶν δεσμῶν· λελυμένους γὰρ ἀντὶ δεδεμένων ἑώρα· ἔπειτα τῇ σωτηρίᾳ· "∆ιαφθορὰ γὰρ, φησὶν, οὐκ ἔστιν ἐν αὐτοῖς." Ὅθεν ἐκπλαγεὶς, καὶ καταλύσας τὸν τῦφον, προσέρ χεται· ϛγʹ. "Καί φησι· Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Καὶ ἐξῆλθον Σιδρὰχ, Μισὰχ καὶ Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός." Μεμάθηκεν ὁ μάταιος, ὁ λέγων· "Τίς ἐστι Θεὸς, ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" ὅτι ἔστι Θεὸς ἄῤῥητον ἔχων δύναμιν, τῷ πυρὶ κε λεύων ἐναντίαν ἐπιδείξασθαι τοῖς ἁγίοις ποιότητα. Ὃν γὰρ Θεὸν ἐκεῖνος οὐκ ἐνόμιζεν, ἔγνω ὅτι ἔστι Θεὸς, καὶ ὕψιστος Θεός. Ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες σατράπαι, καὶ τοπάρχαι, καὶ στρατηγοὶ, θεωροῦντες ἀκήρατα διατηρηθέντα τῶν ἁγίων τὰ σώματα, καὶ τὰς τρίχας αὐτὰς οὐδε μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθῆτα, καὶ τὰ ὑποδήματα ἀκέραια μείναντα, ὡς καὶ αὐτῆς ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς. Εἶτα ὑμνεῖ ταῦτα θεασάμενος ὁ Ναβουχοδονόσορ, καὶ λέγει· ϛεʹ. "Εὐλογητὸς ὁ Θεὸς τοῦ Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, ὃς ἀπέστειλε τὸν ἄγγελον αὑτοῦ, καὶ ἐῤ ῥύσατο τοὺς παῖδας αὑτοῦ, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν, καὶ παρέδωκαν τὰ σώματα αὑτῶν, ὅπως μὴ λατρεύ σωσι, μηδὲ προσκυνήσωσι παντὶ θεῷ ἑτέρῳ, ἀλλὰ τῷ Θεῷ αὑτῶν." Ἀεὶ τῇ πείρᾳ παραλαμβάνων ὁ μάταιος τοῦ Θεοῦ τὴν δύναμιν, λήθῃ τὰ θαύματα παραδίδωσι. Τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε ∆ανιήλ· ἀναστὰς γὰρ προσεκύνησεν αὐτῷ, καὶ μα ναὰ καὶ εὐωδίαν προσενεχθῆναι αὐτῷ παρενεγγύησε. Καὶ νῦν δὲ ὡσαύτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν, ὑμνεῖ τὸν Θεὸν, καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ προετίμησαν,