ἀλλόφυλοι καὶ ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμούς, κατήγαγον εἰς Γάζαν, καὶ πεδήσαντες αὐτὸν εἰς μύλωνα καθεῖρξαν. εἶτα ἑορτάζοντες προήνεγκαν αὐτὸν ἐμπαίζειν αὐτῷ. ὁ δὲ ἀξιώσας τὸν χειραγωγὸν αὐτοῦ συνάψαι αὐτὸν τοῖς κίοσιν, ὡς κεκμηκότα, συνηγμένων τῶν ἀλλοφύλων ἀμφὶ τοὺς γ, εὐξάμενος ἐκδίκησιν 154 παρὰ θεοῦ, ἐπεσπάσατο τοὺς κίονας, καὶ διεφθάρη σὺν τοῖς ἀλλοφύλοις, πλείονας θανατώσας τελευτῶν ἤπερ ἀποκτείνας ζῶν. Μετὰ τελευτὴν Σαμψὼν ἀναρχίας καὶ εἰρήνης μʹ, ὁμοῦ δτμϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Μετὰ ταῦτα ἔκρινε τὸν Ἰσραὴλ Ἠλεὶ ὁ μέγας ἱερεύς, καθ' ὃν ἡ πρώτη τῶν βασιλειῶν παρὰ τοῖς Ἑβραίοις καὶ χριστιανοῖς ἱστορεῖται. μετὰ γὰρ τοὺς κριτὰς ἦρξεν Ἠλεὶ ὁ ἱερεὺς καὶ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Ἠλεὶ ὁ ἱερεὺς μʹ, ὁμοῦ δτπϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Ἑβραίων τέταρτος τὴν ἀρχιερωσύνην διεδέξατο Ἠλεί. οἱ δὲ τούτου υἱοὶ Ὀφνὶ καὶ Φινεὲς λοιμοὶ καὶ οὐκ εἰδότες τὸν κύριον. πρὸ γὰρ τοῦ τῷ θεῷ προσενεχθῆναι τὰς ὑπὸ τοῦ λαοῦ προσφερομένας θυσίας ἑαυτοῖς ἀπέσπων τὰ καλλιστεύοντα μετὰ βίας· οἳ καὶ συνετρίβησαν μετ' οὐ πολὺ ἐν πολέμῳ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ. ἐπὶ τούτου τοῦ Ἠλεὶ ὁ ἅγιος Σαμουὴλ γεννᾶται 155 ἀπὸ Ἑλκανᾶ καὶ Ἄννας, ὃς καὶ ἱερατεύειν ἤρξατο, ὁράσεων ἀξιωθεὶς παρὰ τοῦ θεοῦ. Ἄννα προεφήτευσεν καὶ εἶπεν, Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε. αὐτὸς κρινεῖ ἄκρα γῆς δίκαιος ὢν καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ. Μετὰ τελευτὴν Ἠλεὶ τοῦ ἱερέως ἔκρινε Σαμουὴλ ὁ προφήτης τοὺς υἱοὺς Ἰσραήλ, ἐπιστρέψας ἀπὸ τῶν ἀλλοφύλων τὴν κιβωτὸν διαθήκης κυρίου. καὶ εἰσήγαγεν αὐτὴν εἰς οἶκον Ἀμιναδὰβ τοῦ Χετταίου, καὶ ἔμεινεν ἐκεῖ ἔτη κʹ. Σαμουὴλ κʹ, ὁμοῦ δυϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Ἑβραίων ἀρχιερεὺς Ἀχιμέλεχ. ζʹ, ηʹ, θʹ. Προεφήτευσεν Σαμουήλ, Μάρτυς κύριος καὶ μάρτυς ὁ θεὸς σήμερον. ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Γηράσαντος Σαμουήλ, καὶ τοῖ λαοῦ αἰτήσαντος βασιλέα, χρίεται κατὰ θεῖον πρόσταγμα ἐπὶ τὸν Ἰσραὴλ καὶ Ἰούδαν Σαούλ. Πρῶτος οὖν ἐβασίλευσεν ἐν τῇ Ἰουδαίᾳ Σαοὺλ υἱὸς Κὶς φυλῆς Βενιαμὶν ἔτη κʹ. 156 Σαοὺλ λʹ, ὁμοῦ δυκϛʹ. αʹ, βʹ. Ἐξ ὧν θεαρέστως ἐβασίλευσεν ἔτη δύο. τὰ δὲ λοιπὰ ἐν παραβάσει, καθώς ἐστι τοῦτο λαβεῖν ἐκ τῶν γεγραμμένων ἐν αὐτῇ τῇ πρώτῃ τῶν βασιλειῶν. γʹ, δʹ, εʹ, ϛʹ. Τὴν ἀρχιερωσύνην διεδέξατο Σαμουὴλ ὁ ἐκ Βηθλεέμ, υἱὸς Ἑλκανᾶ καὶ Ἄννας. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ. Ὅμηρος κατά τινας ἐγνωρίζετο. ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Τούτῳ αὐτοῦ τῷ κʹ ἔτει Σαοὺλ τὸν Ἀβιμέλεχ καὶ ἄλλους τνʹ ἱερεῖς ἀνεῖλεν, ἔχων ἀρχιστράτηγον τὸν Ἀβεννὴρ υἱὸν Νήρ. Εἶτα ἔχρισε Σαμουὴλ ὁ προφήτης τὸν ∆αβὶδ υἱὸν Ἰεσσαὶ ἐκ φυλῆς Ἰούδα εἰς βασιλέα ἐπὶ Ἰσραήλ. ὅστις πρῶτος Ἑβραίων ἐβασίλευσεν ἔτη μʹ. Ἑβραίων βασιλεὺς πρῶτος ἐκ φυλῆς Ἰούδα ∆αβὶδ ἔτη μʹ, ὁμοῦ δυξϛʹ. αʹ, βʹ, γʹ. ∆αβὶδ ἐξαλείψας πόλεις τῶν ἀλλοφύλων πολλὰς τὴν Ἰεβοὺς πόλιν Ἱερουσαλὴμ προσηγόρευσεν, μηχανησάμενος ἐκ τοῦ συμβεβηκότος. ἐν γὰρ τῇ Ἰεβοὺς ἐλθὼν ὁ ∆αβὶδ ἐν αὐτῇ τῶν ἀλ157 λοφύλων παντελὴς νίκη γεγένηται· ὅθεν καὶ Ἱερουσαλὴμ αὐτὴν προσηγόρευσεν, οἰκοδομημένης αὐτῆς ἐν ὄρει ὑψηλῷ. ὄρος δὲ τῆ ἑβραΐδι φωνῇ ἰεβοὺς προσαγορεύεται, καὶ ἑλλάδι τῇ φωνῇ σαλὴμ [δὲ] εἰρήνη. δʹ, εʹ, ϛʹ, ζʹ. Ἐν Χεβρὼν ἐβασίλευσεν ∆αβὶδ ἔτη ἑπτά, τὰ δὲ λοιπὰ τριάκοντα τρία ἐν Ἱερουσαλήμ. οὗτος ἀνάγει τὴν κιβωτὸν διαθήκης κυρίου ἐξ οἴκου Ἀμιναδάβ, καὶ ἐν τῷ ἀνάγειν αὐτὴν ἐξέκλινεν ὁ μόσχος· καὶ ἐπισχὼν ὁ Χοζὰ τὴν κιβωτὸν ἐπατάχθη διὰ τὸ μὴ εἶναι αὐτὸν τῶν ἱερέων ἢ τῶν Λευιτῶν. καὶ φοβηθεὶς ∆αβὶδ εἰσήγαγεν αὐτὴν εἰς οἶκον Ἀβεδεδὼν τοῦ Χετταίου, καὶ ἐποίησεν ἐκεῖ μῆνας τρεῖς. ηʹ. Ἑβραίων ἀρχιερεὺς Ἀβιαθὰρ ἐγνωρίζετο. θʹ. Προεφήτευον Γάδ, Νάθαν, καὶ Ἀσάφ. Νάθαν προφητεύων εἶπεν, Τί ὅτι