De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἰστέον, ὅτι, τοῦ βασιλέως ἐν Συρίᾳ ὄντος, λαμβάνουσιν οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ οἱ πρωτοσπαθάριοι ὀφφικιάλιοι μαϊουμᾶν· οἱ μὲν μάγιστροι ἀνὰ δύο σφακτῶν, 491 οἱ δὲ πατρίκιοι ἀνὰ σφακτοῦ ἑνὸς, οἱ δὲ πρωτοσπαθάριοι ὀφφικιάλιοι σὺν δύο τὸ σφακτὸν ἑκάστῃ κυριακῇ, τὸ δὲ χῦμα τοῦ λαοῦ, ἤγουν οἱ βασιλικοὶ ἄγουροι καὶ οἱ ἐπὶ τῆς ἑταιρείας καὶ οἱ λοιποὶ σὺν δέκα τὸ σφακτόν· οἱ δὲ ἐθνικοὶ σὺν λʹ τὸ ἀγελάδιον τὸ αʹ. ὅτε δέ ἐστιν εἰς Ῥωμανίαν ὁ βασιλεὺς, λαμβάνουσιν μαϊουμᾶν οἱ προειρημένοι ἐκ τῶν ξεναλίων. εἰ δὲ ξενάλια οὔκ εἰσι, χορηγοῦσιν οἱ πρωτονοτάριοι. ὁ δὲ ἐπὶ τῆς τραπέζης καὶ ὁ δομέστικος τῆς ὑπουργίας ὀφείλουσι βαστάζειν ὑπηρεσίαν βασιλικὴν τραπεζίου, δηλονότι τοῦ βασιλέως ἐν Συρίᾳ ὄντος, εἰς ἀσκοὺς οἶνον Νικαινὸν παλαιὸν μέτρα ρʹ, καὶ ἔλαιον Νικαινὸν μέτρα λʹ, καὶ ὁ τοῦ βασιλέως οἰνοχόος οἶνον δεσποτικὸν τὸν ἀρκοῦντα· τὰ δὲ λοιπὰ πάντα ὀφείλουσιν ἀναλαμβάνεσθαι ἀπὸ τῆς χορηγίας τῶν πρωτονοταρίων, ἤγουν ἀπὸ Ῥωμανίας. ὅτι τὰ ἱππάρια τὰ ἐστρωμένα, ὅτε εἰσὶν ἐν Συρίᾳ, περιπατοῦσιν ἔμπροσθεν μετὰ τῶν βασιλικῶν σελλαρίων, καὶ βόσκονται ἔσωθεν τῆς φίνας. ἔτι καὶ ταῦτα πρὸς τοῖς εἰρημένοις, υἱὲ πολυέραστε, καλὸν εἰς γνῶσιν ἀνήκειν τὴν σήν. ἡ γὰρ τῆς πλείονος γνώσεως πεῖρα, εἰωθυῖα τεχνοῦν τὴν διάνοιαν τῶν ἐχόντων διὰ σπουδῆς τῶν προσηκόντων μηδὲν ἀγνοεῖν, ὕστερον αὐτοὺς πρὸς τοὺς ἀγῶνας εὐτολμοτέρους ἐργάζεται πολλῷ· καὶ ἀσφα 492 λεστέρους. ἐπεὶ οὖν τὴν πρὸ ἡμῶν σοι προεκτεθεῖσαν βασιλικῶν ταξειδίων ἔκθεσιν, πατρὶ κατὰ πάντα πειθόμενος, ἀνέγνως καλῶς, προσῆκον ἄρα σοι καὶ τὰ πρὸ τῶν ταξειδίων γινόμενα διελθεῖν τε καὶ ἐκμαθεῖν, ὅπως διὰ φανῶν τινων καὶ λαμπάδων τῶν ἐκ διαδοχῆς πρὶν ἀνημμένων ὁ βασιλεὺς ἐν μιᾷ ὥρᾳ τὴν τῶν ἐχθρῶν εὐθὺς κατεμάνθανεν ἔφοδον. ἀλλ' ἐκ τῶν προκειμένων σοι κεφαλαίων ταῦτα τρανώτερον δηλωθήσεται. ἰστέον, ὅτι, τὸ παλαιὸν ἀπὸ Ταρσοῦ Σαρακηνῶν κατὰ Ῥωμαίων ἐξερχομένων, εὐθέως τὸ κάστρον τὸ λεγόμενον Λοῦλον ἐν περιόπτῳ προσκείμενον ἐξῆπτε φανὸν, ὃν ἐκ διαδοχῆς ὁ καλούμενος Ἀργέας βουνὸς διεδέχετο, καὶ ἧπτε δὲ καὶ αὐτός. καὶ εἶθ' οὕτως ἀπὸ τῶν ἐκεῖσε ὁ βουνὸς ὁ Σάμος ἀνῆπτε. καὶ μετὰ τοῦτο ἐδέχετο τὸ κάστρον τὸ Αἴγιλον, καὶ ἧπτε καὶ αὐτό. καὶ ἀπ' αὐτὸ ἐδέχετο ὁ βουνὸς ὁ Ὄλυμπος, καὶ ἧπτεν ἐν κορυφῇ. καὶ μετ' ἐκεῖνον ἐδέχετο ὁ βουνὸς ὁ Κύριζος, καὶ ἧπτε καὶ αὐτός. καὶ εἶθ' οὕτως ἐδέχετο ὁ βουνὸς ὁ Μούκιλος ἐπάνω τῶν Πυλῶν, καὶ ἧπτε καὶ αὐτός. καὶ μετὰ τοῦτον ἐδέχετο ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς ὁ σκοπὸς προσαγορευόμενος, καὶ ἧπτε καὶ αὐτός. καὶ μετ' αὐτὸν ἐδέχετο ὁ ἐν τῷ παλατίῳ τοῦ Φάρου ἡλιακὸς, καὶ ἧπτε καὶ αὐτός. διαιτάριοι γὰρ ἐκεῖσε βίγλας ἀεὶ καὶ πάντοτε κρατοῦντες πρὸς τὸ μὴ λαθεῖν αὐτοὺς, ἀκριβῶς ἀπεσκόπουν πρὸς τὸν βουνὸν τοῦ ἁγίου Αὐξεντίου. ἰστέον, ὅτι, τῶν 493 φανῶν τούτων πάντων ἁψάντων, εὐθὺς οἱ χαρτουλάριοι τῶν ἔξω στάβλων καὶ σαφραμεντάριοι ἐκαλίγουν τὰ βασιλικὰ ἄλογα, καὶ τὰ βασιλικὰ σαγμάρια εὐτρεπίσαντες εὐθὺς ἐκίνουν, καὶ κατήρχοντο εἰς τὴν τοῦ βασιλέως ἀπάντησιν ἐν Πύλαις. ὁ δὲ βασιλεὺς ἐξήρχετο μέχρι τῶν Πυλῶν, τὰ δὲ βασιλικὰ σελλάρια καὶ οἱ ἄρχοντες καὶ οἱ λοιποὶ οἱ ἀπὸ τῆς πόλεως ἐξερχόμενοι τῆς ξηρᾶς, προελάμβανον τὸν βασιλέα εἰς Πύλας, καὶ ὅτε τὸ τῶν Σαρακηνῶν φοσσάτον ὤφθη τισὶ πρὸς τὰ τῆς Ῥωμανίας συστάμενα, ἦν ὁ βασιλεὺς εὐθὺς εἰς ἀπάντησιν αὐτοῦ. ἰστέον, ὅτι οἱ προῤῥηθέντες φανοὶ διεκράτουν μέχρι τῶν ἡμερῶν Μιχαὴλ βασιλέως τοῦ ἐκ Θεοφίλου. ὄντος δὲ αὐτοῦ ποτε ἐν τῷ τοῦ ἁγίου Μάμαντος προκένσῳ καὶ μέλλοντος ποιῆσαι ἱπποδρόμιον, ἐν ᾧ καὶ ἀντὶ βασιλέως ἡνίοχος ἐγνωρίζετο· (καὶ γὰρ ἐν ταῖς ἱππηλασίαις ἀντὶ ἡνιόχου ἱππηλάτει·) συνέβη τοὺς συνήθεις ἇψαι φανοὺς, καὶ εἶπε τοῦτο διαλογισάμενος, ὅτι "εἰ κατάδηλος γένηται ἡ ἔξοδος τῶν Σαρακηνῶν, λυπηθήσονται οἱ πολῖται, καὶ οὐ μὴ ἐξέλθωσιν εἰς τὸ ἱπποδρόμιον πρὸς τὸ τὴν ἐμὴν ἱππηλασίαν θεάσασθαι." καὶ ἐκ τότε διετάξατο μὴ ἅπτειν τοὺς φανούς. ἰστέον, ὅτι τὸ παλαιὸν τύπος ἦν, τὰ θέματα ῥογεύεσθαι κα 494 τὰ τέσσαρα ἔτη, οἱονεὶ τῷ καιρῷ τούτῳ ὁ Ἀνατολικὸς, ὁ Ἀρμενιακὸς, ὁ Θρᾳκήσιος· τῷ δὲ ἑτέρῳ χρόνῳ ὁ Ὀψικιανὸς, ὁ Βουκελλάριος, ὁ Καππάδοξ· τῷ δὲ ἄλλῳ χρόνῳ ὁ Χαρσιανίτης, ὁ Κολωνείας, ὁ Παφλαγωνίας· καὶ πάλιν τῷ ἑτέρῳ ὁ τῆς Θρᾴκης, ὁ Μακεδονίας, ὁ Χαλδίας. καὶ τῶν δʹ χρόνων διελθόντων, πάλιν ἐῤῥογεύοντο τὰ ῥογευθέντα θέματα τῷ πρώτῳ χρόνῳ. δέον, πάντας τοὺς στρατηγοὺς ποιεῖν τε παραγγελίαν εἰς τοὺς τουρμάρχας αὐτῶν, κἀκεῖνοι εἰς τοὺς δρουγγαροκόμητας, ἵνα ἑνὶ ἑκάστῳ βάντῳ ἔχωσι τὸν κομοδρόμον αὐτῶν, ὁμοίως καὶ τζαγγάριον· καὶ κατὰ βάντον ἔχωσι