De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
διαπλάττοιτο πρὸς τὸ ἀγεννήτως ἔχον; {Α.} Οὐ τοῦτό φημι, νοημάτων δὲ τῶν ἐντεῦθεν τὴν ἀτοπίαν ᾠήθην ἔγωγε παραδεῖξαι δεῖν, ὧν ὅτι προσῆκεν ἀποφοιτᾶν ἰέναι τε ὡς ἀπωτάτω σοφὸς ἡμᾶς ἀναπείθει λόγος· "Σεαυτὸν ἁγνὸν τήρει," καὶ τό· "Μὴ χρῆναι κοινωνεῖν ταῖς ἑτέρων ἁμαρτίαις," εὖ μάλα παραφωνῶν. Καίτοι γὰρ δέον ἡμᾶς ἀπρὶξ ἠρτῆσθαι φιλεῖν τῆς τῶν ἁγίων Πατέρων ἀδιαβλήτου δόξης, τί τοῖς ἀλλοτρίοις ἐφήδεσθαι χρή, καὶ ἀγρίας οὕτω μετασχεῖν φρενός; Ἀγρία γὰρ φρὴν ἡ τῆς τοῦ Υἱοῦ καθυλακτοῦσα δόξης, καὶ "λαλοῦσα κατὰ τοῦ Θεοῦ ἀδικίαν," κατὰ τὸ γεγραμμένον. Ἐδόκει γάρ, οἶμαι, καὶ μάλα ὀρθῶς τοῖς διαβοήτοις ἐκείνοις ἀνδράσιν, οἳ τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ταμίαι γεγόνασιν, εὔνοι τε καὶ δοκιμώτατοι, οὐσίαν μὲν οὐδαμῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, φωνὴν δὲ εἶναι μόνον τοῖς ἀκροωμένοις τὸ μὴ γεννηθῆναι κατασημαίνουσαν. Ὃ δὴ καὶ ἐνεῖναί φαμεν τῷ λόγῳ τῷ περί γε τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, οὐκ αὐτόχρημα εἶναι τὴν Θεοῦ οὐσίαν. Ἔστι γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνασκοπουμένοις ὁρᾶν ὡς ἁπάντων ἡμῖν τῶν ὄντων ἢ καὶ ἐν μόναις ὄντων ὑποψίαις τοῦ εἶναι καὶ μονονουχὶ τὸ τῆς ὑπάρξεως πλαττο μένων σχῆμα, τὰ μὲν ὥσπερ ἐν ἰδίαις ἕδραις ἐστὶ καὶ μὴν καὶ τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶν ἐνυποστάτως διεκληρώσατο, τὰ δὲ ὧδε μὲν οὐκ ἔχει ποθέν, ἔξεδρα δὲ μᾶλλόν ἐστι, καὶ ἐν ἰδίαις μὲν οὐκ ἐρηρεισμένα φύσεσι, τὰς δέ γε τῶν ὄντων οὐσίας περιποτώμενα, καὶ διὰ τοῦ συμβῆναι δύνασθαι τῷ δεῖνι τυχὸν ἢ φέρε εἰπεῖν τῷ δεῖνι, μονονουχὶ καὶ συνυφε στάναι τοῖς ἔχουσι δοκεῖ, ἰδίαν δὲ ὥσπερ φύσιν τὴν ἀλλοτρίαν ψεύδεται. {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ δὴ διαμεμνήσῃ πεπονηκότος ἡμῖν τοῦ λόγου καὶ ὡς ἔνι καλῶς ἀποδεδειχότος ὅτι τὰ ἐν τάξει τῶν συμβεβηκότων, ἢ καὶ ἐνόντων ἁπλῶς κατηριθμημένα, ἥκιστα μέν σφίσιν αὐτοῖς, ἑτέροις δὲ μᾶλλον ἐνυπάρχοντα κατα 434 θρήσαι τις ἄν, καὶ δοκεῖ μὲν εἶναί τι καθ' ἑαυτὰ καὶ λέγεσθαι, φύσιν δὲ τὴν τοῦ λαχόντος ὡς ἰδίαν ἔχει. Οὐ γὰρ αὐτό τι καθ' ἑαυτὸ καὶ ἐνυποστάτως ὑπάρχον τὸ γεννητὸν καὶ ἀγέννητον, μόνην ἡμῖν τὴν τοῦ γεγεννῆσθαι δήλωσιν, ἢ γοῦν τοῦ μὴ γεγεννῆσθαι τυχόν, εἰσφέροντα. {Β.} Εὖ λέγεις. {Α.} Καταλογιστέον δὴ οὖν τὴν ἀγεννησίαν, ὡς ἐνυπαρ χούσαν τῷ λόγῳ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, καὶ αὐτῆς μέν, οὐκ αὐτὴν δὲ εἶναι θετέον. Ἀνασκόπει γὰρ ὧδε τὴν ἀτοπίαν, εἰ δοκεῖ. Εἰ γὰρ δὴ κατὰ τὸ ἀληθὲς οὐσίαν εἶναί φασι τὸ ἀγέννητον, μυρία δὲ ὅσα τῶν ὄντων ὑπάρχειν γεννητῶς, τί τὸ ἀπεῖργον ἔτι παρανοοῦντας εἰπεῖν μηδὲ ὑφεστάναι τῶν ὄντων τινά, καίτοι τὸ εἶναι λαχόντα γεννητῶς, εἴπερ ἕκαστον ἀποδραμεῖταί τε καὶ ἐξολισθήσειεν ἂν τοῦ εἶναι οὐσία, μὴ ὂν ἀγέννητον; {Β.} Ἐξολισθήσειεν ἄν, πῶς γὰρ οὔ; {Α.} Πῶς δὲ οὐχὶ κἀκεῖνο φράζειν αὐτοῖς τῶν ὅτι δὴ μάλιστα πρεπωδεστάτων; Εἰ γὰρ οὐσίαν τοῦ Θεοῦ καὶ Πατρὸς καταλογιοῦνται τὸ ἀγέννητον, ταύτην δὲ ὥσπερ ἰδίαν ἀπετέμετο φύσιν, τῶν ἄλλων εἰσάπαν ἀνῳκισμένην, ὑπερούσιος ὢν καὶ πάντων ἐπέκεινα Θεός, γεννητῶς εἶναι τὰ λοιπὰ διανοεῖσθαι χρὴ καὶ ἐν ἰδίᾳ τινὶ κεῖσθαι φύσει, οὐδὲν ἐχούσῃ κοινὸν φυσικῶς πρὸς ἐκείνην. Γεννητῷ γὰρ πρὸς ἀγέννητον, τίς ἂν γένοιτο καὶ ποῖος ὁ λόγος, τό γε ἧκον εἰς ποιότητα, δῆλον δὲ ὅτι τὴν κατ' οὐσίαν; Εἶτα τί φαῖεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν κακῶν, τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια καὶ ἐν τῷ γεννήματι βλέποντες, τουτέστι τῷ Υἱῷ; Ζωὴ μὲν γὰρ καὶ φῶς καὶ Θεὸς ἀληθινὸς ὁ Πατήρ· ἀλλ' ἔστι ταῦτα καὶ ὁ Υἱός, οὐ μεθεκτῶς ἢ παρηλλαγμένως, ἀλλ' οὐσιωδῶς καὶ ἐν ἴσῳ τρόπῳ. Ἆρ' οὖν αἰσθάνῃ λοιπὸν ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα οὐχὶ λόγῳ τε καὶ τρόπῳ τῷ τῆς ἀγεννησίας πρέποι ἂν μᾶλλον, ἵνα μὴ καὶ ἑτέρων εἶναι φῶμεν, ἃ δίχα γεννήσεως ὄντα τε καὶ ὑφεστηκότα φαίνεται, ἁρμόσαι δ' ἂν μᾶλλον ὡς Θεῷ τῷ Πατρί; Ὧδε γὰρ ἂν διήκοι λοιπὸν ὡς εἰς Υἱόν τε καὶ ἐξ αὐτοῦ, φύσεως οἶμαι νόμῳ, τὸ ἐν οὐσίᾳ ταὐτόν. Ἔστι τοίνυν οὐσία μὲν ἥκιστά γε τοῦ Θεοῦ τὸ ἀγέννητον, σημαντικὸν δέ, ὡς ἔφην, τοῦ μὴ γεγεννῆσθαι μόνον τὸν Πατέρα, καὶ οὐχ ὑφεστηκὸς ἰδικῶς. {Β.} Ὀρθῶς ἔχει. Φαῖεν δ' ἂν ἴσως οἱ δι' ἐναντίας· Εἰ γεννητῶς ὄντα τὸν Υἱὸν