1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

29

φανερῶς, τὸ μὲν ὡς ἀνάγκης οὔσης, ἐφ' ᾧ διαζῆν ἐκείνους, τὸ δὲ κρύβδην νυκτὸς πεμπομένων, καὶ τὸ μεῖζον ὑπορύττοντος καὶ ζητοῦντος, ὡς οὕτως αὔταρκες ὂν ἐκείνῳ, εἰ συμβασιλεύοι τῷ βασιλεῖ. Προὐβάλλετο γὰρ κινδύνους καὶ φόβους ἐπηρτημένους αὐτῷ καὶ τὰ τῶν Μουζαλώνων εἰσῆγεν, ὡς κἀκείνων οὕτως ἀπολωλότων ἐκ φθόνου, καὶ τὸ τῆς ὑποψίας δεινὸν ὑπεδείκνυ, ὡς αὐτίκα κινδυνεύσων, εἰ μὴ προσέχοι. Ὁ δὲ φυλάττειν ἄλλον ἐπιτραπείς, αὐτὸς πολλοὺς φυλαττόμενος, οὐκ ἔμμονον ἕξει τῷ φυλαττομένῳ τὴν ἀσχολίαν, περὶ ἑαυτῷ δεδοικὼς τὰ πλεῖστα· παντὶ δ' ἐγχωρεῖν μᾶλλον ἢ φύλακι δεῖσθαι φύλακος.

κθʹ. Ὅπως ὑποποιούμενος ὁ Παλαιολόγος τοὺς πολλοὺς ἀπῄτει δι' αὐτῶν καὶ τὸ μέγιστον. Ταῦτα καὶ τὰ τοιαῦτα προτείνων, πολὺς ἦν καὶ τὸ μεῖζον προσαπαιτῶν. Ἀμέλει τοι καὶ ὅσοις ὑπόπτως εἶχε καὶ πρὸς τὸ παρὸν δυσχεραίνοντας καὶ πρὸς τὸ μέλλον προσστησομένους, ἰσχὺν ἐντεῦθεν λαβὼν καὶ κράτος ἔχων τὸ μέγιστον, ἐκποδὼν ἐποίει, τοὺς μὲν ἑκουσίους ὑποχωροῦντας καὶ καθ' ἑαυτοὺς διάγοντας, τοὺς δὲ καὶ αὐτὸς καθειργνύς, ὡς ἄλλους μὲν ἀλλαχοῦ, τὸν δὲ Τζαμάντουρον εἰς Προῦσαν ἐξαποστεῖλαι καί οἱ φυλακὴν ὡς κατακρίτῳ ἐγκαταστῆσαι. Οἱ δέ γε προσκείμενοι τούτῳ καὶ λίαν ἐν ἐλπίσιν ἦσαν χρησταῖς καὶ ἀνέδην συνήργουν ἐς ὅτι μάλιστα. Θάτερον δὲ τῶν ἀδελφῶν Ἰωάννην τῷ τοῦ μεγάλου δομεστίκου ἀξιώματι, τοῦ βασιλέως διδόντος δῆθεν, περιφανῆ καθίστα καὶ ἐπὶ τῶν πραγμάτων μέγα δυνάμενον. Τότε τοίνυν καὶ μείζοσι θερμανθέντες ἐλπίσι, παρὰ τὸν πατριάρχην γενό μενοι καὶ τὴν σύνοδον, οὐκ ἀνήσειν ἔφασκον, εἰ μή γ' ὁ δεσπότης καὶ τοῦ μείζονος ἐπιλήψαιτο· αὐτὸν γὰρ εἶναι καὶ μόνον τὸν μετὰ τὸν ἐκ γένους βασιλέα ἄξιον ἄρχειν καὶ σὺν ἐκείνῳ, καὶ δεῖν οὕτως ἔχουσι βασιλέως ἐντελοῦς, ἐς ὅ τι καὶ πράξοι. Τὸ μὲν οὖν ἀναμένειν τὴν τοῦ ἀφήλικος ἡλικίαν, μὴ καὶ φθάσῃ τις κηδεμονίας δεόμενος ἐκποδὼν γεγονὼς πρὶν ἢ ὁ εὖ δράσων 115 ἐκεῖνον τελείαν λάβῃ τὴν ἡλικίαν. Τὸ δ' ἐπὶ τῶν πραγμάτων ὄντα τὸν κηδεμόνα μὴ ὡς βασιλέα πράττειν, μὴ καὶ ἀβέβαιος ἡ χάρις καὶ ἄστατος ᾖ. Ταῦτ' ἔλεγον οἱ ἐν τέλει καὶ τὸν πατριάρχην μαλακιζόμενον ἔπειθον· οὐδὲ γὰρ ἐκεῖνος ἠμέλει τῶν καθηκόντων καὶ οἷς ὁ ἱερὸς μαλάσσοιτο σύλλογος. Ὥριστο μὲν οὖν ἡ ἡμέρα τῆς ἀναρρήσεως, ἑκατομβαιῶνος νουμηνία τῆς τότε τρεχούσης δευτέρας ἐπινεμήσεως.

λʹ. Ὅπως ὁ ἐν τῇ δύσει δεσπότης Μιχαὴλ κατεπήρθη τῶν πραγμάτων. Ἐν τοσούτῳ δὲ καὶ ὁ ἐν τῇ δύσει δεσπότης Μιχαήλ, τοῦ προβεβασι λευκότος ἐκεῖσε Θεοδώρου ἀνεψιός, ἀκούσας τὰ κατ' ἀνατολὴν ὡς εἶχον καὶ ὅτι, ἐκποδὼν γεγονότος τοῦ Λάσκαρι, ἐν μειρακυλλίοις μὲν ὁ ἐξ ἐκείνου Ἰωάννης τελεῖ, εἰς προνομὴν δὲ ἡ τῶν Ῥωμαίων βασιλεία κεῖται τῷ βουλομένῳ, ἀνάγει τὸν νοῦν πρὸς τὸν θεῖον Θεόδωρον, ὅπως κἀκεῖνος, εὐγενὴς ὢν καὶ τὰ πρῶτα τῶν εὐγενῶν, τῆς πρώτης ἐκείνης συγχύσεως ξυμπεσούσης Ῥωμαίοις, ἑαυτὸν ἀναλαμβάνει καί, πλείστοις ὅσοις τοῖς κατ' Ἰταλῶν πολέμοις ἐνανδραγαθήσας, τῆς βασιλείας ἐπείληπτο, στεφθεὶς παρὰ τοῦ Ἀχριδῶν Ἰακώβου, καὶ τὰ κατὰ δύσιν τοὺς Ἰταλοὺς ἀφελόμενοςπροσεκτήσατο, μέγας ἐπὶ τῶν πραγμάτων φανείς, μέχρι καί, μοίρᾳ λαιᾷ προσκρούσας καὶ κατασχεθεὶς τῷ Ἀσάν, ἀφῃρέθη τῶν ὀφθαλμῶν. Ταῦτα τοίνυν ὁ Μιχαὴλ ἐν νῷ θέμενος καὶ καταλαζονευθεὶς τῶν πραγμάτων ἀρρώστως ἐχόντων, ἐπεὶ καὶ τὸ κατὰ πόλιν Ἰταλικὸν ἠσθένει τοῖς καθ' αὑτὸ πράγμασι, βουλὴν βουλεύεται ὡς λίαν νεανικὴν καὶ τῆς αὐτοῦ εὐγενείας ἀξίαν. Ἡ δὲ βουλή· πλείστας ὅσας συναθροίσας δυνάμεις καὶ τῇ πόλει 117 προσσχών, περικαθίσαι καὶ πειραθῆναι κατασχεῖν, καὶ οὕτως βασιλεὺς ἀναγορευθῆναι Ῥωμαίων· μηδὲ γὰρ εἶναι πρὸς αὐτὸν μηδὲν μήτε Λάσκαριν μήτ' ἄλλον ὁντιναοῦν αὐτάρκη πρὸς βασιλείαν, εὐγενῆ γε ὄντα καὶ τῶν Ἀγγέλων. Καὶ δὴ ἐπεὶ γαμβροὺς ἐπὶ θυγατράσιν εἶχε τόν τε ῥῆγα Πουλείας Μαφρέ, τὸν καὶ τῆς δεσποίνης τῶν Ῥωμαίων Ἄννης αὐτάδελφον, ᾗ πρὸς τῷ γήρᾳ ὁ βασιλεὺς Ἰωάννης ἡρμόσατο ... Εἶχε μὲν οὖν ἐκεῖνον ἐπὶ τῇ θυγατρὶ