29
αὐτῶν πονηρίας ὡς πῦρ δαπανήσῃ, παντελῶς ἐξαφανίσας τῆς φύσεως, ἀπεκδυσάμενος κατὰ τὸν τοῦ θανάτου καιρὸν ἐν τῷ σταυρῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μείνας τοῖς πόνοις ἀνάλωτος, μᾶλλον δὲ φοβερὸς φανεὶς κατὰ τοῦ θανάτου, τὸ κατ᾽ ὀδύνην παθητὸν ἐξηλώσας τῆς φύσεως· ἧς ἀπορρέπουσαν διὰ τῆς δειλίας τὴν γνώμην ἔχων ὁ ἄνθρωπος διαπαντὸς φόβῳ θανάτου καὶ παρὰ γνώμην τυραννούμενος διὰ τὸ ζῆν τῆς καθ᾽ ἡδονὴν ἀντείχετο δουλείας.
Ἐξεδύσατο μὲν οὖν ὁ Κύριος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατὰ τὴν πρώτην ἐν τῇ ἐρήμῳ πεῖραν τῶν πειρασμῶν, τὸ καθ᾽ ἡδονὴν παθητὸν τῆς ὅλης φύσεως ἰασάμενος· ἀπεξεδύσατο δὲ ταύτας πάλιν κατὰ τὸν καιρὸν τοῦ θανάτου, τῆς φύσεως ὁμοίως ἐξηλώσας τὸ κατ᾽ ὀδύνην παθητόν, τὸ ἡμῖν κατορθούμενον ἑαυτοῦ διὰ φιλανθρωπίαν ὡς ὑπευθύνου ποιούμενος, μᾶλλον δὲ τῶν κατορθουμένων τὸ κλέος ἡμῖν ὡς ἀγαθὸς λογιζόμενος. Ἐπειδὴ γὰρ ὁμοίως ἡμῖν λαβὼν χωρὶς ἁμαρτίας τὸ τῆς φύσεως 14Β_128 παθητόν, δι᾽ οὗ πέφυκεν ἐνεργεῖν τὰ ἑαυτῆς πᾶσα πονηρὰ καὶ ὀλέθριος δύναμις, ἐν τῷ καιρῷ τοῦ θανάτου καὶ ἐπ᾽ αὐτὸν ἐλθούσας ἐρεύνης χάριν ἀπεξεδύσατο, θριαμβεύσας τε καὶ παραδειγματίσας αὐτὰς ἐν τῷ σταυρῷ κατὰ τὴν ἔξοδον τῆς ψυχῆς, μηδὲν τὸ σύνολον εὑρούσας ἐν τῷ κατ᾽ αὐτὸν παθητῷ τῆς φύσεως ἴδιον, ὅτε μάλιστα προσεδοκοῦσαν διὰ τὸ φύσει κατὰ σάρκα παθητὸν εὑρεῖν τι πάντως ἀνθρώπινον, εἰκότως δι᾽ ἑαυτοῦ δυνάμει καὶ πᾶσαν ὡς διά τινος ἀπαρχῆς τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς τὴν φύσιν τῶν ἀνθρώπων τῆς ἐμφυρείσης αὐτῇ κατὰ τὸ παθητὸν κακίας ἠλευθέρωσεν, ὑποτάξας αὐτῷ τῷ τῆς φύσεως παθητῷ τὴν ἐν αὐτῷ ποτε, φημὶ δὲ τῷ παθητῷ, βασιλεύσασαν τῆς φύσεως πονηρὰν δυναστείαν.
Ἦν μὲν καὶ ἄλλως τὸν περὶ τούτου λόγον μυστικώτερόν τε καὶ ὑψηλότερον θεωρῆσαι δυνατόν. Ἀλλ᾽ ἐπειδή, καθὼς ἴστε, τὰ τῶν θείων δογμάτων ἀπορρητότερα διὰ γραφῆς οὐ δεῖ κατατίθεσθαι, ἀρκεσθῶμεν τοῖς εἰρημένοις δυσωποῦσι φιλοπραγμονοῦσαν περὶ τούτου τὴν ἔννοιαν. Θεοῦ δὲ χαριζομένου καὶ τὸ κατ᾽ ὀφθαλμοὺς ὑμῶν ἀξιωθῆναι, τὴν ἀποστολικὴν διάνοιαν ἅμα φιλομαθῶς ἐξετάσομεν.
ΣΧΟΛΙΑ 1. Γένεσιν λέγει τήν ἐκ Θεοῦ πρώτην τοῦ ἀνθρώπου διάπλασιν· γέννησιν δέ,
τήν ἐκ καταδίκης ὕστερον διά τήν παράβασιν ἐξ ἀλλήλων διαδοχήν. 2. Κακίας λέγει τὰς ἐνεργείας τῶν ἀκαθάρτων πνευμάτων. Τὰ πάθη δυὸ
εἰδῶν ἐστι· τὸ μὲν τὰ παρὰ φύσιν πάθη ἐστί, ἅπερ εἰσὶ κακίαι ἀεὶ ἀντικείμεναι ταῖς ἀρεταῖς, μὴ δυνάμεναι ποτὲ ἐκδηλωθῆναι ἐν ταῖς ἀρεταῖς· τὸ δὲ ἕτερον τὰ 14Β_130 πάθη εἰσὶ ἐκεῖνα, ἅπερ εἰ καὶ μὴ ἐκ τοῦ Θεοῦ ποιηθέντα ἐν τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ' εἰσῆλθον αὐτῇ ἅμα τῇ παραβάσει, διὸ θεωρούμενα καθ' ἑαυτά, κακὰ εἰσι, δυνάμενα δὲ μεταβληθῆναι εἰς ἀγαθὰ τοῖς χρησαμένοις καλῶς, ἅπερ εἰσὶ ἢ ἡδονὴ τε καὶ ὀδύνη, ἡ ἐπιθυμία τε καὶ ὁ φόβος, ἐν οἷς κεκρυμμέναι εἰσὶ κακίαι, δι' ὧν αἱ ἀντικείμεναι δυνάμεις πεφύκασι πράττειν ἀδίκους πράξεις.
3. Κινήσεις τῆς ψυχῆς λέγει τὴν ἡδονὴν καὶ ὀδύνην, τὴν ἐπιθυμίαν καὶ τὸν φόβον, λαμβανόμεναι ὡς ἀγαθαὶ καὶ κακαί, ἐν αἷς λανθανόντως αἱ κακίαι ἐνυπάρχουσι.
4. Τὴν διαδοχὴν τῶν ἀνθρώπων ὀνομάζει ἐπείσακτον γέννησιν τῇ φύσει ἡμῶν, ἐνώσει σωματικῇ, ὁμοίᾳ τοῖς ζώοις. Εἰ γὰρ ἡ τοῦ ἀνθρώπου φύσις οὐκ ἔπιπτε διὰ τοῦ πρώτου ἀνθρώπου τῇ παραβάσει, ὁ πολλαπλασιασμὸς τοῦ ἀνθρωπίνου γένους οὐκ ἂν ἐγίγνετο τῇ τῶν σωμάτων ἑνώσει, ἥτις ἐστὶ ἡ τῆς παραβάσεως ποινή, ἀλλὰ θαυμαστῷ τινι θείῳ τρόπῳ, ἄνευ μολυσμοῦ σπέρματός τίνος.
5. ∆ιαδοχὴ ὀνομάζει τὴν δι' ἑνώσεως γέννησιν τῶν ἀνθρώπων ἐκ σπέρματος, ἥτις οὐκ ἐν τῇ φύσει αὐτοῦ ἦν, ἄλλα ποινὴ ἐστὶ ἐπείσακτος τῇ φύσει.