αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τὰ αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι. Ὄντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὑτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δι καίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σπου δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος. Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητὴς ὁ Κύριος ἐν τῇ βασιλείᾳ· τοῖς δὲ παρανομήσασιν, ἐξ ηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει. Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρὸς, παρίστησι τὸ, Ἐὰν γὰρ καὶ νοήσῃ οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς, οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ· τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ, καὶ οὐ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Εἰ τὸ κατασπαταλᾷν, ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ οὐκ ὀλίγα ἐφ' ἑαυτῷ ὀδυνηθήσεται. Ὑβριστὰς ταπεινοῖ Κύριος, ταπεινοῖς δὲ δίδωσι δόξαν. -Ὕβριν τὴν κακίαν φησίν· ὕβριν δὲ καὶ τα πείνωσιν ἀπωλείας προξενεῖ ἡ κακία τοῖς πράττου σιν αὐτὴν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὺς δὲ τα 17.249 πεινόφρονας ἡ δόξα, ἢν ἐδόξαζον τὸν Θεὸν ἐν ὕμνοις καὶ τηρήσει τῶν ἐντολῶν αὐτοῦ, δοξάσει αὐτούς· δόξα γὰρ Θεοῦ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· καθὼς αὐτός φησιν ὁ Κύριος ἀλλ' ἢ, Τοὺς δοξάζοντάς με δοξάσω· ἡ δὲ κακία ὕβριν λογικῆς ψυχῆς προξενεῖ. Κλέπτην οὐκ ἄλλον τινὰ, εἰ μὴ τὸν διάβολον λέγει· ὁ δὲ μεριζόμενος, ἤγουν μέρος μὲν τῶν τοῦ Θεοῦ προσταγμάτων τηρῶν, μέρος δὲ τοῦ πονηροῦ ποιῶν, οὗτος μισεῖ τὴν ἑαυτοῦ ψυχήν· μικρὸν γὰρ ὅσον καὶ τέλειον αὐτὸν κλέψας ὁ διάβολος, θύσει ἑαυτῷ. Ὁ κλέπτης γὰρ, φησὶν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ, καὶ ἀπολέσῃ. -Ὅρκον εἶπε τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπ' αὐτῆς. Ἐὰν οὖν, φησὶ, νόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώ πους, ὑποσκελισθήσονται πρὸς ἀπώλειαν· οὕτω φησὶ καὶ ὁ ∆αυΐδ· Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνο μίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί· Λέγε σὺ πρῶτος τὰς ἁμαρ τίας σου, ἵνα δικαιωθῇς· καὶ πάλιν ὁ Σολομῶν φησιν· Ὁ ἐπικαλύπτων ἀσέβειαν αὑτοῦ, οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. Ὅσοι κατορθοῦμεν τὰς ἐντολὰς, θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν, ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ· ἐν δὲ τῷ θεραπεύειν ἡμᾶς τοὺς ἡγουμένους ἡμῶν ἀγγέλους, ἐν τῷ θελήματι τοῦ Κυρίου, ἐν τῇ κρίσει δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δι καιοσύνῃ εἴ γε πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκε τῷ Υἱῷ. Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὕτη κεκράτηκεν ἐχθρῶν. Νικήσαντες τὴν ἀντικειμένην δύναμιν, σκυλεύομεν αὐτὴν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες· ἵνα τὰ κατ' αὐτὴν φαῦλα δῆλα ποιήσαντες, ἀπαγίδευτοι μέ νωσι, μὴ μόνον οἱ ἁπλούστεροι, ἀλλὰ καὶ οἱ συλλαγω γηθέντες ῥᾳδίως ἐκφεύγωσιν ἀπ' αὐτῆς. Μηρύεται τὸ ἔριον καὶ λίνον ψυχὴ, τοὺς περὶ ἐμψύ χων καὶ ἀψύχων λόγους γυμνάζουσα· ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους· ἢ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτι κῆς ἕλκουσα πρὸς αὐτὴν ἕξεως. Ἢ καὶ τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν, γρηγο ροῦσαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος νυμφίος· πάντως δὲ καὶ προσευχομένην τοῦ μὴ ἐμπεσεῖν εἰς πειρασμὸν, λέγουσαν τὸ, Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος· βρῶμα δέ ἐστι ψυ χῆς, ἡ μελέτη τῶν θείων λόγων· ἔργα δὲ, αἱ ἀρεταί· 17.252 θεραπαινίδες δὲ, αἱ αἰσθήσεις· ταῦτ' οὖν παρέχει ἡ τιμιωτέρα λίθων