ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.» Εἶτα παρακαλῶν αὐτοὺς διὰ τὴν τοῦ ἁγίου κατάστασιν, φησίν· «Πλατύνθητε καὶ ὑμεῖς.» Καὶ ὧδε τοίνυν εὐχαριστεῖ τῷ Θεῷ ὁ Προφήτης βοηθήσαντι αὐτῷ καὶ εὐρυχωρίαν δωρησα μένῳ τῇ προαιρέσει αὐτοῦ ἐν καιρῷ θλίψεως. Πλατύ νει γὰρ ὁ Θεὸς οὐ παύων τοὺς κακοὺς, ἀλλὰ μεγα λοψυχίαν διδούς. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, κ. τ. ἑ. Τὸ, «Υἱοὶ ἀνθρώπων,» ὁ μέν τις οἰήσεται περι φραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος· Υἷες Ἀχαιῶν· ἕτεροι δὲ ἀπὸ τοῦ Σωτῆρος ἀρξάμενοι πολ λαχοῦ χρηματίζοντος Υἱοῦ ἀνθρώπου, τὴν αἰτίαν βουλεύσονται ἐξιχνεῦσαι καὶ περὶ τῶν ἀνθρώπων οὐχ ἁπλῶς λεγομένων, πολλάκις υἱῶν ἀνθρώπων χρημα τιζόντων. Οὐδέπου γὰρ καὶ περὶ τοῦ Σωτῆρος περί φρασις ἂν εἴη τὸ Υἱὸν ἀνθρώπου αὐτὸν ὀνομάζεσθαι, ἐπεὶ λέγεται· «Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί.» Χρὴ τοίνυν καθόλου τοῦτο γινώσκειν, ὅτι ἡ ἄνθρωπος προσηγορία, ὅτε οἱ ἅγιοι θεοὶ προσαγορεύονται, ἐπὶ ψόγου λαμβάνεται· ὅτε δὲ κτήνη καὶ θηρία οἱ ἁμαρτωλοὶ, ἐπὶ ἐπαίνου καλοῦ τάσσεται. Καὶ τοῦ μὲν προτέρου παράδειγμα· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν 12.1140 ἀρχόντων πίπτετε·» καί «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» τοῦ δὲ δευτέρου· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Πρῶτον γὰρ υἱὸν ἀνθρώ που, πρόσωπον ὡρισμένον ἐν Γραφῇ ὀνομαζόμε νον Θεὸν, ἐπὶ τῇ παρούσῃ μνήμῃ τὸν ∆ανιὴλ εὑ ρίσκομεν καὶ μετὰ τοῦτον τὸν Ἰεζεκιὴλ προφήτας ἐν τῇ αἰχμαλωσίᾳ γενομένους· οὐδένα δὲ πρὸ τῆς αἰχμαλωσίας, ὅσον ἐφ' οἷς ἱστοροῦμεν κατὰ τὰ ἀναν τίῤῥητα τῶν ἀναφερομένων βιβλίων θεοπνεύστων, ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Τί δὲ δεῖ λέγειν περὶ τοῦ Σωτῆρος, τῶν Εὐαγγελίων πεπληρωμένων ταύτης τῆς φωνῆς; Καὶ οἰόμεθα, διὰ τὸ ἁμαρτωλοὺς γεγονέναι τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, εἰς ὀνειδισμὸν ἐκείνων τὸν ∆ανιὴλ μόνον σώσαντα τὸ ἀξίωμα τῆς τοῦ ἀνθρώπου καὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν γενομέ νης φύσεως, ἀκούειν τὸ, «Υἱὲ ἀνθρώπου.» Τὸ δ' αὐτὸ λεκτέον καὶ περὶ τοῦ Ἰεζεκιήλ. Ἄνθρωπος γὰρ πρῶτος ὠνομάσθη ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν πε ποιημένος ὑπὸ τοῦ Θεοῦ, καὶ οὕτως ἂν εἴη κυρίως ἄνθρωπος. Ἐπισκεπτέον δὲ καὶ ἐπὶ τοῦ Σωτῆρος, εἰ τὸ ἀνθρώπινον αὐτοῦ Υἱὸς ἀνθρώπου, ἀνθρώπου πα τρὸς ὄντος τῷ ἀνθρωπίνῳ τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ τὸ εἰρημένον δὲ, «Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων,» ὑπεροχὴν δηλοῖ τῶν υἱῶν τῶν ἀνθρώπων παρὰ τοὺς γηγενεῖς. Ἀλλὰ πρὸς τὴν λέξιν, ἐπεὶ ἐπιπλήττονται ἐνθάδε ἀκούοντες τὸ, «Ἕως πότε βαρυκάρδιοι,» καὶ τὰ ἑξῆς, οὐ καλῶς δόξουσιν ἀντιῤῥήσεις περὶ υἱῶν ἀνθρώπων παρατεθεῖσθαι, εἰ μὴ ἄρα διττὸν τὸν ἄνθρωπον δεῖ λαμβάνειν, καθὰ ὑπέλαβεν ὁ Ἀπόστολος λέγων· «Ὁ πρῶτος ἄν- θρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Πάλιν δὲ καὶ οὕτως, διὰ τὸ προστάσ σεσθαι γνῶναι, ὅτι Κύριος «ἐθαυμάστωσε τὸν ὅσιον αὑτοῦ,» τοὺς υἱοὺς τῶν ἀνθρώπων, ζητηθήσεται πῶς οἱ κατὰ τὸ χεῖρον υἱοὶ τῶν ἀνθρώπων προστάτ τονται ἔργον τῶν ἁγιωτάτων ποιῆσαι. Τὸ γὰρ γνῶναι ὅτι ἐθαυμάστωσεν ὁ Κύριος τὸν ὅσιον αὑτοῦ, ἁγιω τάτων ἐστὶ κατόρθωμα. Εὐχερὲς δὲ λῦσαι τοῦτο, ἐπεὶ δύναται ὁ αὐτὸς μὲν ἐν χείροσιν ὢν Υἱὸς ἀν θρώπου εἶναι κατὰ τὸν ἄνθρωπον τὸν χοϊκόν· μετα βαλὼν δὲ, ὅπερ οὐκ ἔστιν ἀδύνατον, γενέσθαι Υἱὸς ἀνθρώπου κατὰ τὸν ἄνθρωπον τὸν ἐπουράνιον. Οὗτοι δὲ οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ κατὰ τὸ δεύτερον, ἅτε υἱοὶ τυγχάνοντες τοῦ ἐκ γῆς χοϊκοῦ, καὶ βαρυκάρδιοι εὐλόγως λέγοιντο, καὶ ἀγαπᾷν ματαιότητα, ζητεῖν τε ψεῦδος. Νοῦς γὰρ σαρκὸς ἐν αὐτοῖς καὶ ἀγάπη σωματικὴ, καὶ ζήτησις τοῦ τῆς ἀληθείας ἐχθροῦ, τουτέστι τοῦ ψεύδους. Βαρυκάρδιοι γὰρ οἱ τὴν κα θεζομένην ἐπὶ τάλαντον μολίβδου ἀνομίαν ἔχοντες ἐν τῇ καρδίᾳ, ἥτις ὡς κατωφερὴς δύσεται σὺν Αἰ γυπτίοις ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ