πρᾶγμα. Ἐλ θόντι οὖν τῷ πρεσβυτέρῳ ἀνήγγειλαν τὸ πρᾶγμα αἱ λοιπαὶ ἀδελφαί· καὶ ἐκέλευσε τούτων μὲν μηδὲ μιᾶς προσφορὰν ἐπιτελεσθῆναι· τὰς δὲ μὴ εἰρηνευσάσας αὐτάς, ὡς συνει δυίας τῇ συκοφαντησάσῃ καὶ πιστευσάσας τοῖς εἰρημένοις, ἑπταετίαν ἀφώρισεν ἀκοινωνήτους ποιήσας. 34 .tΠερὶ τῆς ὑποκρινομένης μωρίαν 34.1 Ἐν τούτῳ τῷ μοναστηρίῳ ἄλλη γέγονε παρθένος ὑποκρινομένη μωρίαν καὶ δαίμονα· καὶ ἐπὶ τοσοῦτον αὐτὴν ἐβδελύξαντο ὡς μηδὲ συνεσθίειν αὐτῇ, τοῦτο ἐκείνης αἱρη σαμένης. Ἀλωμένη οὖν ἀνὰ τὸ μαγειρεῖον πᾶσαν ἐποίει ὑπηρεσίαν, καὶ ἦν, τὸ δὴ λεγόμενον, σπόγγος τῆς μονῆς, ἔργῳ πληροῦσα τὸ γεγραμμένον· "Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ἡμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός". Αὕτη ῥάκος ἐπὶ τῆς κεφαλῆς δήσασα-αἱ γὰρ ἄλλαι πᾶσαί εἰσι κεκαρμέναι, ἔχουσαι κουκούλια-οὕτως ἦν ὑπηρετοῦσα. 34.2 Ταύτην μασωμένην οὐκ εἶδεν οὐδεμία τῶν τετρακοσίων τὰ ἔτη τῆς ζωῆς αὐτῆς· ἐπὶ τραπέζης οὐκ ἐκαθέσθη, οὐ κλάσματος μετέλαβεν ἄρτου, ἀλλὰ τὰς ψῖχας σπογγίζουσα τῶν τραπεζῶν καὶ τὰς χύτρας περι πλύνουσα τούτοις ἠρκεῖτο· μὴ ὑβρίσασά ποτέ τινα, μὴ γογγύσασα, μὴ λαλήσασα μικρὸν ἢ μέγα, καίπερ κονδυλι ζομένη καὶ ὑβριζομένη καὶ καταρωμένη καὶ μυσαττομένη. 34.3 Παρέστη οὖν ἄγγελος τῷ ἁγίῳ Πιτηροῦμ ἐν τῷ Πορφυρίτῃ καθεζομένῳ ἀναχωρητῇ ἀνδρὶ δοκιμωτάτῳ, καὶ λέγει αὐτῷ· "∆ιὰ τί μέγα φρονεῖς ἐπὶ σεαυτῷ ὡς εὐλαβής, καὶ ἐν τοιούτῳ καθεζόμενος τόπῳ; Θέλεις ἰδεῖν εὐλαβεστέραν σου γυναῖκα; Ἄπελθε εἰς τὸ μοναστήριον τῶν γυναικῶν τῶν Ταβεννησιωτῶν, καὶ ἐκεῖ εὑρήσεις μίαν διάδημα ἔχουσαν ἐπὶ τῆς κεφαλῆς· αὕτη σου ἀμείνων ἐστί. 34.4 Τοσούτῳ γὰρ ὄχλῳ πυκτεύουσα, τὴν καρδίαν αὐτῆς οὐδέποτε ἀπέστησε τοῦ θεοῦ· σὺ δὲ καθεζόμενος ὧδε, ἀνὰ τὰς πόλεις πλανᾶσαι τῇ διανοίᾳ". Καὶ ὁ μηδέποτε ἐξελθὼν ἀπῆλθεν ἕως τοῦ μοναστηρίου ἐκείνου, καὶ παρακαλεῖ τοὺς διδασκάλους εἰσελθεῖν εἰς τὸ μοναστήριον τῶν γυναικῶν. Ἐκεῖνοι ὡς ἐπίδοξον καὶ γεγηρακότα ἐθάρρησαν αὐτὸν εἰσαγαγεῖν. 34.5 Καὶ εἰσελθὼν ἐπεζήτησε πάσας ἰδεῖν. Ἐκείνη οὐ παρε φαίνετο. Τέλος λέγει αὐταῖς· "Φέρετέ μοι πάσας· λείπει γὰρ καὶ ἄλλη". Λέγουσιν αὐτῷ· "Μίαν ἔχομεν σαλὴν ἔνδον ἐν τῷ μαγειρείῳ"· -οὕτω γὰρ καλοῦσι τὰς πα σχούσας. Λέγει αὐταῖς· "Ἀγάγετέ μοι κἀκείνην· ἄφετε αὐτὴν ἴδω". Ἀπῆλθον αὐτῇ φωνῆσαι· αὕτη οὐχ ὑπήκουσεν, ἴσως αἰσθομένη τοῦ πράγματος, ἢ καὶ ἀποκαλυφθεῖσα. Σύρουσι βίᾳ καὶ λέγουσιν αὐτῇ· "Ὁ ἅγιος Πιτηροῦμ σε θέλει ἰδεῖν". Ἦν γὰρ ὀνομαστός. 34.6 Ἐλθούσης οὖν αὐτῆς ἐθεάσατο τὸ ῥάκος τὸ ἐπὶ τοῦ μετώπου αὐτῆς, καὶ πεσὼν εἰς τοὺς πόδας αὐτῆς λέγει αὐτῇ· "Εὐλόγησόν με". Ὁμοίως κἀκείνη ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα· "Σύ με εὐλόγησον, κύριε". Ἐξέστησαν πᾶσαι καὶ λέγουσιν αὐτῷ· "Ἀββᾶ, μὴ πάσχε ὕβριν· σαλή ἐστι". Λέγει αὐταῖς πάσαις ὁ Πιτηροῦμ· "Ὑμεῖς ἐστὲ σαλαί· αὕτη γὰρ καὶ ἐμοῦ καὶ ὑμῶν ἀμμᾶς ἐστίν-οὕτως γὰρ καλοῦσι τὰς πνευματικάς· -καὶ εὔχομαι ἄξιος αὐτῆς εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως". 34.7 Ἀκούσασαι ταῦτα ἔπεσον αὐτοῦ εἰς τοὺς πόδας, ἐξομολογούμεναι πᾶσαι διαφόρως· ἡ μὲν ὡς τὸ ἀπόπλυμα τοῦ πίνακος ἐπιχέασα αὐτῇ· ἄλλη ὡς κονδύλοις ἐπιτριψαμένη· ἄλλη ὡς τὴν ῥῖνα αὐτῆς σινα πίσασα· καὶ ἁπλῶς πᾶσαι διαφόρους ὕβρεις ἀπήγγειλαν. Εὐξάμενος οὖν ὑπὲρ αὐτῶν ἀπῆλθε. Καὶ μεθ' ἡμέρας ὀλίγας μὴ ἐνεγκοῦσα ἐκείνη τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἀδελφῶν, καὶ ταῖς ἀπολογίαις βαρυνθεῖσα, ἐξῆλθε τοῦ μοναστηρίου· καὶ ποῦ ἀπῆλθεν, ἢ ποῦ κατέδυ, ἢ πῶς ἐτε λεύτησεν, ἔγνω οὐδείς. 35 .tΠερὶ Ἰωάννου τοῦ ἐν Λυκῷ τῇ πόλει 35.1 Γέγονέ τις Ἰωάννης ἐν Λυκῷ τῇ πόλει, ὃς ἐν παιδίῳ μὲν ἔμαθε τὴν τεκτονικήν· ᾧ ἀδελφὸς ὑπῆρχε βαφεύς. Ἐς ὕστερον δὲ γενόμενος ὡς ἐτῶν εἰκοσιπέντε ἀπετάξατο· καὶ διατρίψας ἐν διαφόροις μοναστηρίοις πέντε ἔτη ἀνεχώ ρησε μόνος εἰς τὸ ὄρος τῆς Λυκώ, εἰς αὐτὴν τὴν ἀκρώ ρειαν ποιήσας ἑαυτῷ τρεῖς θόλους καὶ εἰσελθὼν ἀνῳκο δόμησεν ἑαυτόν. Ἦν οὖν ὁ εἷς θόλος εἰς τὰς χρείας τῆς σαρκός, καὶ ὁ εἷς ἔνθα εἰργάζετο καὶ ἤσθιε, καὶ ὁ ἄλλος ἔνθα προσηύχετο. 35.2 Οὗτος τριάκοντα πληρώσας