ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώμεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώμεθα, ἵνα ἂν ὑπὸ τοῦ πο νηροῦ σκελισθῶμεν ἔν τινι, μὴ ἀπογνῶμεν, ἀλλ' ἐπὶ τὴν μετάνοιαν καὶ τὰ δάκρυα καὶ τὸν τῆς καρδίας συντριμμὸν καὶ τὴν θείαν ἐπικουρίαν εὐθέως τρέχωμεν μηδ' ἐπὶ βραχὺ ἀναβαλλόμενοι. Ὅταν ὁ Ματθαῖος λέγῃ· πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν πρώτην ἀλεκτοροφωνίαν αἰνίττεται τὴν ὅλην δηλονότι. διὸ καί φησιν πρὶν αὕτη ἀπαρτισθῇ, τοῦτ' ἔστιν ἡ ὅλη ἀλεκτοροφωνία, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος λέγῃ· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με , τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτοροφωνίᾳ περιεχομένας φωνήσεις δηλοῖ καί φησιν, ὅτι πρὶν τὰς δύο τὰς κατὰ μέρος φωνήσεις παρελθεῖν, τρίτον ἀπαρνήσῃ με· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία τρεῖς καὶ τέσσαρας καὶ πλείους ἔχει φωνήσεις, ὥστε συμφωνοῦσιν μᾶλλον ἀλλήλοις οἱ εὐαγγελισταί. 93 Mt 26,45 46 Τὸ καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε οὐκ ἐπιτρέποντος ἦν, ἀλλ' ὀνειδίζοντος, οἷον ἔτι νῦν καθεύδετε καὶ ἀναπαύεσθε καὶ οὔπω ἀνίστασθε οὐδὲ τοῦ παραδιδόντος ἐφεστηκότος αἰσθάνεσθε καὶ οὐ συναποθνῄσκειν ὑπέσχεσθε ὑπὲρ ἐμοῦ; 94 Mt 27,51 Ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ τὰ ἀθέατα πᾶσιν πλὴν τοῖς ἱερεῦσιν καὶ ἄψαυστα θεατὰ πᾶσιν ἤδη καὶ ψαυστὰ μηνῦον γινόμενα· τῆς γὰρ καινῆς διαθήκης εἰς τὰ τῆς οἰκουμένης πέρατα διαλαμπούσης καὶ τῆς νομικῆς λατρείας παυομένης καὶ τὰ ἅγια τῶν ἁγίων λεγόμενα, ἅτινα ἀθέατα καὶ ἄψαυστα ἐτύγχανεν, πᾶσιν θεατὰ καὶ ψαυστὰ γεγόνασιν, οὐ τοῖς Ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀλλοφύλοις καὶ πολεμιωτάτοις, ὅτε καὶ αὐτὸς ὁ ναὸς εἰς προνομὴν καὶ σκῦλα παρεδόθη τοῖς ἐκπολιορκήσασιν τὴν Ἰερουσαλήμ. Ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ καὶ ὤφθησαν τὰ ἀθέατα. τοῦτο σημαῖνον τὸ τὴν καινὴν διαθήκην εἰς πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τὴν νομικὴν λατρείαν ἀργῆσαι καὶ τὰ ἅγια τῶν ἁγίων πᾶσι θεατὰ καὶ βάσιμα γεγονέναι. 95 Mt 28, 18 19 Τὸ ἐδόθη μοι πᾶσα ἐξουσία τοῦτο δηλοῖ· ἔπαυσεν τὰ τῆς ἀνθρωπίνης πτωχείας· οὐκέτι κόποι καὶ πόνοι καὶ ἐπιβουλαὶ καὶ ὑποστολαὶ καὶ προδοσία καὶ ῥαπτίσματα· εἰ γὰρ καὶ τὴν ἀνθρωπίνην φύσιν οὐκ ἀπεθέμην, ἀλλὰ τὰ ἀνθρώπινα πάθη πάντα ἀπεθέμην καὶ λοιπὸν ἀπαρακαλύπτως ἐκφαίνω τὴν τῆς θεότητος ἐξουσίαν καὶ τὸ ἀξίωμα, δι' ἧς καὶ οὐρανοῦ καὶ γῆς δεσπότης καὶ δημιουργὸς ἔτι μᾶλλον ἐπιγνωσθήσομαι κηρυττόντων ὑμῶν καὶ μαθητευόντων πᾶσι τοῖς ἔθνεσιν τὴν ἀλήθειαν. ἢ καὶ οὕτως· ἄν τις ἐκλάβοι τὴν διάνοιαν, ὅτι τοῦ μὲν οὐρανοῦ τὴν ἐξουσίαν καὶ πρὶν εἶχον, εἶχον δὲ καὶ τῆς γῆς· ποιητὴς γὰρ καὶ δεσπότης ἁπάντων ὑπῆρχον. νῦν δὲ καὶ ἄλλη μοι προσετέθη καὶ ἐδόθη διὰ τῆς οἰκονομίας ἐξουσία. ποία αὕτη; τὸ κῦρος καὶ κράτος, ὃ διὰ τῆς τῶν πιστευόντων καὶ σῳζομένων προσλαμβάνω σωτηρίας· ἐπειδὴ γὰρ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ δεσπότου ὑπὸ τυραννίδα καὶ δουλείαν ἐτέλει τοῦ διαβόλου τὸ ἀνθρώπινον καὶ τὴν δεσποτικὴν ἐξουσίαν ἀπεσείετο τὰς μὲν αὐτοῦ παρωθούμενον ἐντολάς, ταῖς τοῦ τυράννου δὲ ὑποκύπτον προσταγαῖς, καὶ θυσίαις μὲν καὶ εἰδώλοις ἐγέραιρε τὸν λῃστήν, τὸν δὲ ἴδιον οὐκ ἐπεγίνωσκε δεσπότην καὶ ποιητήν, ταύτης οὖν τῆς τυραννίδος τὸν τύραννον διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν ἔργων καὶ τοῦ πάθους καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καθελὼν καὶ ὅλην εἰς ἑαυτὸν τοῦ πλάσματος μεταστήσας τὴν προσκύνησιν καὶ λατρείαν καὶ ὑπακοὴν λίαν οἰκείως ἔφη καὶ παναληθῶς· ἐδόθη πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· εἶχεν μὲν γὰρ καὶ πρὶν τὴν ἐξουσίαν τοῦ πλάσματος ὡς πλάστης καὶ δημιουργός, προσείληφεν δὲ πόνοις οἰκείοις καὶ θανάτῳ καὶ σταυρῷ καὶ ἣν εἶχεν πρότερον ὁ τύραννος κατ' αὐτοῦ. διὸ καὶ πᾶσα, φησίν, ἐξουσία, τοῦτ' ἔστιν πρὸς ἣν πρότερον εἶχον καὶ τὴν λείπουσαν προσελαβόμην καὶ νῦν ἔχω πᾶσαν, ἥν τε ὡς πλάστης εἶχον καὶ ἣν ὡς σωτὴρ καὶ λυτρωτὴς καὶ λατρευόμενος ὑπ' αὐτῶν προσελαβόμην πᾶν τὸ πλάσμα εἰς τὴν ἐμὴν προσκύνησιν καὶ λατρείαν μεταγαγών. τὸ δὲ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπειδὴ τῶν λατρευόντων