οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως. ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ. 158 Ἀβεσσαλὼμ υἱὸς ∆αβὶδ εἰς τὸν ἴδιον ἐμπαροινῶν πατέρα. ἐπικαθήμενος κτήνει καὶ φεύγων, διερχόμενός τε διὰ φυτοῦ δένδρου μεγάλου, περιεπλάκη ἐκ τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ τῷ δένδρῳ, καὶ ἐκρεμάσθη. οὗπερ γενομένου οὐκ ἄν τις ἁμάρτοι λαμβάνων τὸ παρὰ Μωϋσέως εἰρημένον περὶ τούτου λελέχθαι, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. ὃ προεφήτευσε δὲ Μωϋσῆς περὶ τοῦ σωτῆρος λέγων, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Τὸ πῶς συνέστη ὁ ψαλτήρ Μετὰ Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καὶ μετὰ τοὺς γενομένους κριτὰς ἐν τῷ Ἰσραὴλ ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Σαοὺλ καὶ ἀποδοκιμασθέντος, ἤγειρεν αὐτοῖς ὁ θεὸς βασιλέα ἐνάρετον δίκαιόν τε καὶ προφήτην. ὃς συνέταξε βίβλον Ψαλμῶν ρνʹ ἐκ πνεύματος ἁγίου κινούμενος ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς Ἑβραίας γλώττης, καὶ ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐτοὺς ᾄδων· ἦν γὰρ αὐτὸς κατέχων κιθάραν. εἶχε δὲ καὶ χοροὺς ὑφ' ἑαυτὸν διαφόρους μικρῶν προφητῶν· οὕτω γὰρ ἐκάλουν τοὺς 159 παραμένοντας τοῖς προφήταις, πολλάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμαζον· ἐχόντων διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλούς, τοῦ δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον καὶ κιθάραν, τοὺς δὲ ᾠδοὺς τοὺς λεγομένους βοκαλίους. ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν· ὁ μὲν ἐλέγετο Ἀσάφ, ἄλλος Ἰδιθούμ, ἕτεροι υἱοὶ Κορέ, ἄλλος Ἐθὰμ Ἰσραηλίτης, ἕτερος Μωϋσῆς ἄνθρωπος τοῦ θεοῦ. ἡνίκα τοίνυν ἐκινεῖτο ὑπὸ τοῦ πνεύματος προειπεῖν τι ἢ περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ ἢ περὶ τῆς ἐπανόδου αὐτῶν ἢ περὶ ἠθῶν διδασκαλικῶν ἢ περὶ προνοίας ἢ περὶ τοῦ δεσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἑκάστου εἰς μίαν ὑπόθεσιν συντείνοντα, διὰ τοῦτο γὰρ καὶ μεγάλοι καὶ μικροὶ ψαλμοί, καὶ παρεδίδου ἑνὶ χορῷ, ὡς ἐδοκίμαζεν ἢ ἥρμοζεν παραδίδοσθαι, καὶ ᾖδεν αὐτὸν ἐν ἐκείνῳ πρῶτον τῷ χορῷ. εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ μέσου τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε αὕτη ἡ διαδοχὴ τοῦ ῥυθμοῦ ἐκαλεῖτο διάψαλμα, ὥστε καὶ ὅταν ἢ τοῖς λεγομένοις ᾠδοῖς ἤτοι βοκαλίοις κατὰ μέσοθεν ψαλμοῦ ἤθελεν παραδοῦναι, τότε ἐκαλεῖτο ᾠδὴ διαψάλματος, ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ λοιπὸν τοῦ ψαλμοῦ ᾄδειν. μαθεῖν δὲ ἔνεστιν τῷ βουλομένῳ περὶ τούτου ἐν τῷ γεγράφθαι ἐν ταῖς παραλειπομέναις τῶν βασιλειῶν οὕτως· καὶ ᾔνεσε τὴν ᾠδὴν ταύτην ἐν χειρὶ Ἀσὰφ τοῦ προφήτου. με160 τὰ τὸ παραδοῦναι δὲ οὕτω πρῶτον τὸν ψαλμὸν λοιπὸν ἕκαστος χορὸς καὶ καθ' ἑαυτὸν καὶ ὁμοθυμαδὸν μετὰ τέρψεων καὶ ῥυθμοῦ, τῶν μὲν τούτοις τοῖς ὀργάνοις, τῶν δὲ ἐν ἐκείνοις ἀντιφωνούντων, ᾖδον τὸν ψαλμὸν μετ' ὀρχήσεως εἰς δόξαν θεοῦ. ἔνεστι δὲ πάλιν καὶ περὶ τούτου μαθεῖν ὡς αὐτὸς δι' ἑαυτοῦ ὁ ∆αβὶδ ἀναλαβὼν ἐκ τῶν ἀλλοφύλων τὴν κιβωτὸν ὠρχήσατο ἔμπροσθεν αὐτῆς· καὶ ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μελχὸλ ἔφη. Παίξομαι καὶ γελάσομαι ἐναντίον κυρίου. οὐ μόνον γὰρ ἐπαύσατο, ἀλλὰ καὶ ἐπιτείνειν τὰ τοιαῦτα ἐπηγγείλατο. τινὲς δὲ μὴ προσεσχηκότες τῇ τάξει καὶ τῇ ἀκριβείᾳ ταύτῃ, μὴ θελήσαντες ἐκ τῶν εἰδότων διδαχθῆναι. εἰς ἀλληγορίας ἐτράπησαν, μηδὲ πάντας εἶναι τοῦ ∆αβὶδ τοὺς ψαλμοὺς ἀποφηνάμενοι, ἀλλὰ τῶν ἐκ τοῦ ∆αβὶδ παραλαμβανόντων, φανεροὺς ἐξ αὐτῶν εἰρηκότες, ἐπαγγελίαν γενομένην ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν, ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, τὴν γέννησιν ἐπὶ τῆς ἀναστάσεως ἐκλαβὼν καὶ κυρώσας καὶ αὐτὸς ὡς ὁ δεύτερος ψαλμὸς εἰς αὐτὸν