De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
πρὸς ἕνα ἀσκὸν βόειον, καὶ ἀνὰ δύο ἀσκῶν ἀπισίων πρὸς τὸ εὐκόλως διαπερᾷν αὐτοὺς τοὺς βαθεῖς καὶ δυσκόλους ποταμούς· ἔχωσι δὲ καὶ τὰ ἐργαλεῖα αὐτῶν ἀνελλιπῶς, ἤγουν ἀξινάριον ἓν, σκεπάριον αʹ, σμιλάριον αʹ μετὰ τοῦ ξυλοσφύρου αὐτοῦ· τὴν αὐτὴν παραγγελίαν ποιεῖν καὶ ὁ δομέστικος τῶν σχολῶν καὶ εἰς τὸν τοποτηρητὴν τῶν σχολῶν, ἵνα καὶ οἱ κόμητες κατὰ μίαν σχολὴν τὴν αὐτὴν ἀκολουθίαν ἔχωσιν. ὁμοίως καὶ ὁ ἐξκούβιτος εἰς τοὺς σκρίβωνας αὐτοῦ ποιήσει τὴν αὐτὴν παραγγελίαν, καὶ ὁ δρουγγάριος τῆς βίγλης εἰς τοὺς κόμητας τοῦ ἀριθμοῦ, καὶ ὁ ἱκανάτος εἰς τοὺς κόμητας αὐτοῦ ἐχέτω τὰ αὐτὰ ἐργαλεῖα.
495 Ὅσα δεῖ γίνεσθαι, ὅταν ἀπὸ ἐξπεδίτου ἢ μακρᾶς ὁδοιπορίας ἐπανέρχεται ὁ βασιλεύς.
30
Ἐπανερχομένου τοῦ βασιλέως, τὰ αὐτὰ πάντα γίνεται κατὰ τὴν ὁδὸν, ὅσα ἐν τῷ ἀπιέναι αὐτὸν εἰρήκαμεν. γινομένου αὐτοῦ περὶ Κωνσταντινούπολιν, οἱ ἀπομείναντες ἄρχοντες ἀπαντοῦσιν ἐν τῷ Ῥηγίῳ· ἀλλ' ὁ μὲν τριβοῦνος πραισεντάλιος ὁ ἀπομείνας εἰς παραφυλακὴν τῆς πόλεως ἀπαντᾷ μετὰ μαντίου, ἤτοι σαγίου, ῥουσέου εὐθὺς μετὰ τὸ κατάβα τοῦ Ῥηγίου, καὶ καθήμενος ὁ βασιλεὺς εἰς τὸν ἵππον δέχεται αὐτόν. ὁ δὲ προσκυνεῖ μετὰ τοῦ σαγίου μόνον, καὶ ὀψικεύει αὐτό. οἱ δὲ κόμητες κονσιστωριανοὶ καὶ τριβοῦνοι πάντες λευχημονοῦντες κατὰ τὸ αὐτὸ σχῆμα προσκυνοῦσιν καὶ ὀψικεύουσιν. παρίσταται δὲ αὐτοῖς σιλεντιάριος καὶ λέγει· "φύλαρχος παρουσίας, κόμητες συστατήριοι, φύλαρχοι πραιτωρίου." ὁ δὲ ἔπαρχος τῆς πόλεως καὶ οἱ ὑπατικοὶ καὶ, ἐὰν εὑρεθῇ, καὶ πατρίκιος ἐμπρὸς τοῦ παλατίου ἵστανται, καὶ ὡς κατέλθῃ τοῦ ἵππου, προσκυνοῦσιν, καὶ δέχεται αὐτοὺς ὁ βασιλεὺς ἀπὸ στόματος· ἐὰν δὲ βούλονταί τινες τῶν ἀρχόντων καὶ εἰς Ἡράκλειαν ἀπελθεῖν κἀκεῖ δέξασθαι τὸν βασιλέα, καὶ τοῦτο ἔξεστιν αὐτοῖς. οἱ δὲ συγκλητικοὶ, ἐὰν πεζῇ ἔρ 496 χεται ὁ βασιλεὺς εἰς τὸ ἕβδομον, ἀπαντοῦσιν ἐν τῇ ἐκκλησίᾳ τῶν Νηπίων ἐμπρὸς τοῦ μαρτυρίου, καὶ κατέρχεται ὁ δεσπότης, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος, καὶ εἰσέρχεται εἰς τὸ μαρτύριον καὶ εὔχεται. καὶ ὁ μὲν δεσπότης ἀπέρχεται εἰς τὸ ἕβδομον, οἱ δὲ συγκλητικοὶ, ὅπου βούλονται. εἰ δὲ πλοῷ ἔρχεται ὁ δεσπότης, ἵστανται πρὸς τῷ αἰγιαλῷ, καὶ ἐξιόντα αὐτὸν τοῦ δρόμονος προσκυνοῦσιν ὡς ἐν Κωνσταντινουπόλει ὁ ἀπομονεὺς, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος, καὶ ὀψικεύουσιν μέχρι τῆς πόρτης, καὶ ἐκεῖ μετὰ τῶν ἄλλων ἀρχόντων ἀφίστανται. ἀλλὰ ταῦτα, ἐὰν ἀπὸ ἐξπεδίτου ἔρχεται ἢ μακρᾶς ὁδοιπορίας· ἐπεὶ, ἐὰν ἀπέλθῃ ἕως Σαλαμβρίας, ἢ Ἡρακλείας, ἢ ὀλίγῳ ποῤῥωτέρω, καὶ ὀλίγας ἡμέρας ποιήσῃ, καὶ εὐθὺς ὑποστρέψῃ, ὅπου συνετάξαντο οἱ ἄρχοντες, ἐκεῖ καὶ δέχονται αὐτόν. εἰ γὰρ ὁ βασιλεὺς ἐκ τοῦ ἑβδόμου ἐξῆλθεν καὶ εἰς τὸ ἕβδομον ὑποστρέφει, ἐκεῖ ἀπαντοῦσιν· εἰ δὲ καὶ βούλεται ὀρθοποδῆσαι εἰς τὴν πόλιν, ἐκεῖ πάλιν ἀπαντοῦσιν αὐτῷ, οἱ δὲ συγκλητικοὶ προλαμβάνουσι. καὶ ἐὰν πεζῇ εἰσέρχεται ὁ βασιλεὺς, ἀπαντοῦσιν αὐτῷ ἐν τῷ φόρῳ Θεοδοσίου τῷ καλουμένῳ ταύρῳ, καὶ προσφέρουσιν αὐτῷ 497 στεφάνους, ἕνα μὲν χρυσοῦν, ἄλλους δὲ ἀπὸ δαφνῶν· ὁ δὲ βασιλεὺς ἀντιδίδωσιν αὐτοῖς νομίσματα ὑπὲρ τοῦ χρυσοῦ στεφάνου, ὥστε μὴ ζημίαν αὐτοὺς ὑπομεῖναι. ἐὰν δὲ ἀπὸ Ἀσίας, ἢ Βιθυνίας, ἢ Περσικοῦ πολέμου ἐπανέρχεται ὁ βασιλεὺς, ὁ ἔπαρχος τῆς πόλεως ἀπαντᾷ ἔνθα ἂν συνίδῃ ὁ βασιλεὺς μεσάλλαγον ποιῆσαι, εἴτε ἐν τῷ Σατύρῳ, εἴτε ἐν τῷ Πολεατικῷ ἢ ἐν Ῥοφηνιαναῖς, ἢ ἐν τῇ Ἱερείᾳ· εἰ δὲ θελήσει ὁ βασιλεὺς διὰ τοῦ στρατηγίου ἀνελθεῖν, προλαμβάνουσιν οἱ συγκλητικοὶ εἰς τὸν φόρον τοῦ στρατηγίου, κἀκεῖ τοὺς στεφάνους προσφέρουσιν. εἰ δὲ πλοῷ βούλεται ὀρθοποδῆσαι εἰς τὸ παλάτιον, ἵσταται ἐμπρὸς τῆς σκάλης, καὶ ἔνθα δέχεται κατὰ τὸ ἔθος τὸν ἔπαρχον τῆς πόλεως καὶ τὸν ἀπομονέα, καὶ τοὺς στεφάνους προσφέρουσιν αὐτῷ. ἑνδεκάτῃ τοίνυν τοῦ Αὐγούστου μηνὸς, ἡμέρᾳ βʹ, ἔτους ϛλγʹ, εἰσῆλθεν ὁ εὐσεβὴς βασιλεὺς Ἰουστινιανὸς εἰς Κωνσταντινούπολιν περὶ ὥραν αʹ διὰ τῆς πόρτης τῶν Χαρισίου, τῶν συγκλητικῶν καὶ τοῦ ἐπάρχου τῆς πόλεως ἐκεῖσε ἀπαντησάντων δίχα στεφάνων, καὶ ἐλθὼν ἐπὶ τὸ δεύτερον ηὔξατο ἐν τοῖς Ἀποστόλοις, καὶ ἧψεν κηροὺς εἰς τὸ μνῆμα τῆς δεσποίνης, καὶ κατῆλθεν ἐπὶ τὸ καπετώλιον. ὡς δὲ εἰσῆλθεν εἰς τὴν μέσην, ὑπήντησαν δομέστικοι πρωτίκτωρες, αἱ ἑπτὰ σχολαὶ καὶ μετ' 498 αὐτοὺς τριβοῦνοι καὶ κόμητες, πάντες μετὰ λευκῶν χλανιδίων καὶ κηρῶν δεξιὰ καὶ ἀριστερὰ ἱστάμενοι, καὶ μετ' αὐτοὺς