Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
{Ἄλλο.} Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, ἢ ἕτερός ἐστι 1.79 παρὰ τὴν κτίσιν, δῆλον δὲ ὅτι κατὰ τὴν φύσιν, ἢ ὁμοφυὴς ταύτῃ. εἰ μὲν οὖν ὁμοφυής τε ἐστὶ καὶ ὁμοούσιος, πῶς οὐ διαψεύσεται λέγων "Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ κατα "βαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ;" ἔχει γὰρ ἡ κτίσις οἴκοθεν τὸ εἶναι ζωὴ, ζωὴ δὲ ζωῆς ἀμέτοχος, ἵνα φαίνηται ζωή. εἰ δὲ οὐκ ἔστιν ὁμοφυὴς, καὶ τὸ εἶναι γενητὸς διαφεύξεται, συνεξέλκων ἑαυτῷ τῆς κτίσεως καὶ τὸ ἴδιον ἀγαθόν. οὐ γὰρ ἡ κτίσις ἔσται κατὰ φύσιν ζωὴ, ζωῆς δὲ μᾶλλον δεομένη καὶ μέτοχος. {Ἄλλο.} Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ. Υἱὸς, ὁμοφυής ἐστι τοῖς πεποιημένοις, διὰ τὸ μὴ ὑπάρχειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, κατά γε τὸν παρ' ἐκείνοις λόγον, ὅτου δὴ χάριν ὁ μακάριος ψαλμῳδὸς, οὐρανοὺς μὲν ἀπολεῖσθαί φησι, καὶ ὡς ἱμάτιον παλαιωθήσεσθαι· ἴδιον δὲ ὥσπερ ἀνετίθει γέρας αὐτῷ "Σὺ δὲ ὁ αὐτὸς εἶ, βοῶν, καὶ τὰ ἔτη σου οὐκ "ἐκλείψουσιν." ἢ γὰρ ἀπολεῖται καὶ ἐκλείψει σὺν ἡμῖν ὡς ὁμοφυὴς, καὶ οὐκέτι νοηθήσεται ζωὴ, ἢ καὶ ἡμᾶς εἰς τὸ ὡσαύτως ἔχειν ἀεὶ καὶ εἰς ἀνέκλειπτον ἐτῶν ἀριθμὸν καὶ εἰς τὸ εἶναι ζωὴν ἀνελκύσει ἡ πρὸς αὐτὸν συνάφεια φυσική. ἀλλὰ μὴν ἕξει μὲν αὐτὸς ὡσαύτως ἀεὶ, ἡμεῖς δὲ ἐκλείψομεν· οὐκ ἄρα γενητὸς ὡς ἡμεῖς· ἀλλ' ἐπείπερ ἐστὶν ἐκ τῆς κατὰ φύσιν ζωῆς, ζωογονήσει καὶ αὐτὸς ὡς ζωὴ τὰ ζωῆς δεόμενα. {Ἄλλο.} Εἰ οὐδὲν ἑαυτοῦ μέτοχον, μετέχει δὲ ἡ κτίσις, ὡς ζωῆς, τοῦ Υἱοῦ· οὐκ ἄρα ἡ κτίσις αὐτὸς, ἀλλ' οὐδὲ ἡ κτίσις ζωὴ, ὅπερ ἐστὶν ὁ Υἱός. {Ἄλλο.} Εἰ τὸ ζωοποιεῖν ἕτερόν ἐστι, τὸ δὲ ζωοποιεῖσθαι ἕτερον, ὡς ἐνέργεια καὶ πάθος, καὶ ζωοποιεῖ μὲν ὁ Υἱὸς, ζωοποιεῖται δὲ ἡ κτίσις· οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ.
1.80 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς,
ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. ΚΑΙ διὰ τούτων ἡμῖν ὁ μακάριος Εὐαγγελιστὴς Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύει τὸν Υἱὸν, καὶ τῶν τοῦ γεννή σαντος ἀγαθῶν οὐσιωδῶς κληρονόμον. προδιδάξας γὰρ ὅτι ζωὴ κατὰ φύσιν ὑπάρχων, αὐτὸς ἦν ἐν πᾶσι τοῖς δι' αὐτοῦ γενομένοις, συνέχων αὐτὰ καὶ ζωογονῶν καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρελθεῖν ἀφάτῳ δυνάμει δωρούμενος καὶ γεγενη μένα διασώζων, ἐφ' ἑτέραν ἔρχεται νοημάτων διασκευὴν, πανταχόθεν ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν χειρα γωγεῖν, ὅτι δὴ καὶ μάλα προσήκοι, διενθυμούμενος. οὐκοῦν τοῖς γεγενημένοις ὁ Λόγος ἐνυπῆρχεν, ὡς ζωή· ἐπειδὴ δὲ ζῷον λογικὸν ἐν αὐτοῖς ὂν ἐπὶ γῆς, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸν, ὁ ἄνθρωπος, καὶ τῆς παρὰ Θεοῦ σοφίας μέτοχον, ἀναγκαίως ἡμῖν ὁ πνευματοφόρος, καὶ τῆς ἐν ἀνθρώποις σοφίας χορηγὸν ὄντα τὸν Λόγον ἐπιδεικνύει σαφῶς, ἵνα νοῆται δι' Υἱοῦ τὰ πάντα ἐν πᾶσιν ὑπάρχων ὁ Θεὸς καὶ 1.81 Πατὴρ, ζωὴ μὲν ἐν τοῖς δεομένοις ζωῆς· φῶς δὲ πάλιν καὶ ζωὴ, ἐν τοῖς ζωῆς καὶ φωτὸς δεομένοις. καὶ διὰ τοῦτό φησι Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, τουτέστιν, ὁ τὰ πάντα ζωογονῶν Θεὸς Λόγος, ἡ ἐν πᾶσι τοῖς οὖσι ζωὴ, καὶ τὸ λογικὸν φωτίζει ζῷον, καὶ τοῖς συνέσεως δεκτικοῖς τὴν σύνεσιν ἐπιδαψιλεύεται· ἵνα σώζηται καὶ ἰσχύῃ καλῶς τὸ ἐπὶ τῇ κτίσει λεγόμενον "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" πλουτεῖ γὰρ οὐδὲν οἴκοθεν ἡ γενητὴ καὶ πεποιημένη φύσις, ἀλλ' ὅπερ ἂν ἔχουσα φαίνοιτο, τοῦτο πάντως ἐστὶ παρὰ Θεοῦ, τοῦ καὶ τὸ εἶναι, καὶ ὅπως ἕκαστον εἶναι προσήκει χαριζομένου. εὖ δὲ πάλιν τὸ ἦν ἐπὶ τῆς ζωῆς τέθειται, ἵνα πανταχῆ τὸ ἀϊδίως εἶναι σημαίνῃ τὸν Λόγον, καὶ τὰς τῶν ἀνοήτων ἀνακόπτῃ φλυαρίας, ἐξ οὐκ ὄντων ἡμῖν εἰσφε ρούσας τὸν Υἱὸν, ὅπερ ὅλῃ μαχόμενον φαίνεται τῇ θείᾳ γραφῇ. Περὶ μὲν οὖν τῆς τοῦ Λόγου μετὰ Πατρὸς ἀϊδιότητος, ἀρκούντως ἤδη διειληφότες, ἔν τε τῷ προκειμένῳ βιβλίῳ, καὶ τῷ κατ' ἐπίκλην Θησαυρῷ, σιγᾶν ἔχειν οἰησόμεθα δεῖν. ὃ δὲ δὴ τῶν προκειμένων εἰσφέρει μᾶλλον ἡμῖν ἡ διάνοια, τοῦτο καὶ μάλα προθύμως ὡς ἔνι μάλιστα βασανίζοντες, ἑαυτούς τε ὠφελῆσαι σπουδάσομεν καὶ τοὺς ὕστερον