30
6. Τὰ ἀκάθαρτα πνεύματα πεφύκασι ὑποσύρειν τοὺς ἀνθρώπους, ὑποβάλλοντα μετὰ δόλου τὰ παρὰ φύσιν πάθη ὑπὸ μορφήν τῶν κατὰ φύσιν.
7. Τῆς ἡμῶν καθ᾿ ἡδονήν, οἰκειοῦτο πεῖραν εἰς πρόκλησιν τοῦ πειράζοντος ὁ φύσει καθ᾿ ἡδονήν καί ὡς ἄνθρωπος ἀπαθής ὑπάρχων· παθητός γάρ ἦν σαρκί κατά φύσιν, ὡς ἄνθρωπος, διά τό θνητόν, ἀλλ᾿ οὐκ ἐμπαθής κατά γνώμην ὡς ἀναμάρτητος.
8. Τὰς προτροπὰς τοῦ διαβόλου πρὸς τὸν Κύριον ἐν τῇ ἔρημῳ, ἐν τῷ ναῷ καὶ ἐν τῷ ὑψηλῷ ὅρει καλεῖ πειρασμούς.
9. Πάθος τοῦ σταυροῦ καλεῖ ἐκεῖνο δι' οὗ ἡττήθη ὁ διάβολος καὶ ἡ φύσις τοῦ ἀνθρώπου ἠλευθερώθη ὑπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας.
14Β_132 10. Ἕτερὸν ἐστι ἡ παθητότης τῆς ἡδονῆς, καὶ ἕτερον ἡ παθητότης τῆς σαρκός· παθητότης τῆς ἡδονῆς, τουτέστιν ἁμαρτία, οὐκ ἦν τῷ Χριστῷ.
11. Φύσεως ἴδιον κέκληκε, τό κατά γνώμην μετά παράβασιν πρός ἁμαρτίαν ἐξ ἀσθενείας ὀλισθηρόν· ὅπερ οὔτε κατά σάρκα φυσικῶς εἶχεν ὁ Κύριος, καί σαρκί κατ᾿ οὐσίαν ἀναμάρτητος ὤν.
12. Ὅτι οὐ δεῖ τοὺς ἑρμηνευτάς τῆς Γραφῆς ἑρμηνεύειν τι ὡς μὴ δυνάμενον ἄλλως ἑρμηνευθῆναι.
ΚΒ (22). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΕΝ ΤΟΙΣ ΑΙΩΣΙ ΤΟΙΣ ΕΠΕΡΧΟΜΕΝΟΙΣ ∆ΕΙΞΕΙ ΤΟΝ
ΠΛΟΥΤΟΝ ΑΥΤΟΥ Ο ΘΕΟΣ, ΠΩΣ ΕΙΣ ΗΜΑΣ ΤΑ ΤΕΛΗ ΤΩΝ ΑΙΩΝΩΝ ΚΑΤΗΝΤΗΣΕΝ;". 22. ΕΡΩΤΗΣΙΣ ΚΒ' Εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις δείξει τὸν πλοῦτον αὐτοῦ ὁ Θεός, πῶς εἰς
ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησεν; Ἀπόκρισις. Ὁ πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, κατὰ μόνην τοῦ θελήματος τὴν
ῥοπὴν ὑποστήσας τὴν γένεσιν πρὸ πάντων τῶν αἰώνων καὶ αὐτῆς τῆς τῶν γεγονότων γενέσεως τὴν ἐπ᾽ αὐτοῖς ἀφράστως ὑπεράγαθον εἶχε βουλήν· ἡ δὲ ἦν αὐτὸν μὲν ἀτρέπτως ἐγκραθῆναι τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς καθ᾽ ὑπόστασιν ἀληθοῦς ἑνώσεως, ἑαυτῷ δὲ τὴν φύσιν ἀναλλοιώτως ἑνῶσαι τὴν ἀνθρωπίνην, ἵν᾽ αὐτὸς μὲν ἄνθρωπος γένηται, καθὼς οἶδεν αὐτός, Θεὸν δὲ ποιήσειε τῇ πρὸς ἑαυτὸν ἑνώσει τὸν ἄνθρωπον, μερίσας δηλονότι σοφῶς τοὺς αἰῶνας καὶ διορίσας, τοὺς μὲν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον, τοὺς δὲ ἐπ᾽ ἐνεργείᾳ τοῦ τὸν ἄνθρωπον ποιῆσαι Θεόν.
Τῶν οὖν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον προωρισμένων αἰώνων εἰς ἡμᾶς τὰ τέλη κατήντησεν, τῆς θείας 14Β_134 προθέσεως κατὰ τὴν σάρκωσιν δι᾽ αὐτῶν τῶν πραγμάτων λαβούσης τὴν ἔκβασιν· ὅπερ ὁ θεῖος διασκοπήσας ἀπόστολος, τῆς κατὰ πρόθεσιν τῶν αἰώνων πρὸς τὸ γενέσθαι τὸν Θεὸν ἄνθρωπον ἐνιδὼν τὸ τέλος δι᾽ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Λόγου σαρκώσεως, φησὶν εἰς ἡμᾶς κατηντηκέναι τὰ τέλη τῶν αἰώνων, οὐχ ἁπλῶς παρ᾽ ἡμῶν νοουμένων τῶν αἰώνων, ἀλλὰ τῶν, ἐπ᾽ ἐνεργείᾳ δηλονότι τοῦ τῆς ἐνσωματώσεως μυστηρίου, τὸ οἰκεῖον κατὰ πρόθεσιν τοῦ Θεοῦ πέρας εἰληφότων.
Ἐπεὶ οὖν οἱ κατὰ πρόθεσιν ἐπ᾽ ἐνεργείᾳ τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον προορισθέντες αἰῶνες εἰς ἡμᾶς τὸ τέλος εἰλήφασιν, ἐνεργήσαντος κατ᾽ ἀλήθειαν τοῦ Θεοῦ τὴν ἑαυτοῦ τελείαν ἐνανθρώπησιν καὶ πληρώσαντος, τοὺς ἄλλους ἐκδέχεσθαι χρὴ λοιπὸν αἰῶνας ἐπελευσομένους ἐπ᾽ ἐνεργείᾳ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ ἀπορρήτου θεώσεως, καθ᾽ οὓς τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς δείξει ὁ Θεός, ἐνεργήσας τελείως ἐν τοῖς ἀξίοις τὴν θέωσιν. Εἰ γὰρ αὐτὸς τῆς