πολυτελῶν ψυχὴ τῷ σωματικῷ αὐτῆς οἴκῳ. Τὴν τοῦ σπουδαίου ψυχήν φησιν ἔχουσαν Ἐκκλη σίαν ξύλον γνώσεως καὶ ξύλον ζωῆς· γνώσεως μὲν ὡς νόμου, ζωῆς δὲ ὡς λόγου· αὕτη γάρ ἐστιν ἡ ἐκ πλευρᾶς Χριστοῦ προελθοῦσα, καὶ νύμφη τούτου εὑρεθεῖσα, ἡ σώφρων καὶ ἀνδρεία γυνὴ, ἡ τὴν πίστιν τούτου τηρήσασα, καὶ τοῦτον νυμφίον ἀπ' οὐρανῶν πάλιν προσδοκῶσα. Ἄτρακτός ἐστι νοῦς καθαρὸς, συμπλέκων ἀρετὴν ἐπ' ἀρετῇ, καὶ δόγματι δόγμα· ἢ λόγος προφορικὸς, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐκ ἂν προέλθοι νοῦς, οὐδὲ ἐν θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειαν δὲ κτησάμενος, χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυνται γὰρ πάντες οἱ παρ' αὐτῆς· ὁ μὲν θυμὸς, πραότητα καὶ ταπεινοφροσύνην· ἡ δὲ ἐπιθυ μία, σωφροσύνην καὶ ἐγκράτειαν. Σῖτα ὀκνηρὰ, τὰ ὀκνοποιοῦντα τυχεῖν τῆς βασι λείας τοὺς ἁπλουστέρους καὶ ἀφελεστέρους, ἡ εὐγνώ μων καὶ θεοφιλὴς ψυχὴ οὐκ ἐσθίει, οὔτε μὴν τού των γεύεται, εἰ τάχα τύχοι αὐτῶν ἐπιθυμῆσαι· τὰς κακίας γάρ φησι σῖτα ὀκνηρά. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος. Ἡ ἀφρο νεστάτη ψυχὴ οὐ μόνον ἐννοεῖ καὶ φαντάζεται τὸ αὑτῇ ἀρεστὸν, ἀλλὰ καὶ ἔργῳ ἐγχειρεῖ πληρῶσαι τὴν θεωρίαν· εἰ δὲ ἀρχὴ σοφίας φόβος Κυρίου, δι καίως ἡ τυχοῦσα σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον τοῦ Κυρίου, ὃς γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρό ξενος. Ἴσασι γὰρ ὅτι τὴν μὲν περὶ τὰ πρακτέα κέκτηται γνῶσιν, ἀρετῆς μὲν αἵρεσιν, φυγὴν δὲ κακίας, καὶ ὅτι κτῆσιν ἔχει τοὺς διδασκομένους ὑπ' αὐτοῦ· φασὶν οὖν ὡς αὐτὸν ἑλόντες, καὶ τούτοις χειρούμεθα· ἄλλως δὲ κτῆσις τοῦ δικαίου, σοφία καὶ φρόνησις, σύνεσίς τε καὶ ἀρετή· καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύ την οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων Θεῷ· ἵνα τυφλωθεὶς ἀπὸ τῆς ἁμαρ τίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. Τὸ μὲν συνετῷ δικαίῳ, καὶ τὰ δυσχερῆ τῶν πρα γμάτων εὔκολα γίνεται· τῷ δὲ ἑτέρως ἔχοντι, καὶ τὰ εὔκολα καὶ ἀνάψυξίν τινα ἔχοντα, δυσχερῆ καθίσταται. Λόγον γὰρ ἔχουσι θεωρημάτων ἐπιστήμονα, μηδὲν ἔχοντες ὑψηλόν.