τῶν κυμά των τοῦ βίου. Ἐναντίοι δὲ τοῖς βαρυκαρδίοις οἱ ὑπὸ τὸν ζυγὸν Ἰησοῦ ἐλαφρὸν τυγχάνοντες. Τάχα δὲ, ἐπεὶ καὶ οἱ μεμαθητευμένοι υἱοί εἰσι τοῦ μαθητεύσαντος, 12.1141 οἱ δὲ διδάσκοντες, αὐτοὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ, οἱ μαθητευθέντες μὲν, οὐκ ἄξιοι δὲ τῶν διδα ξάντων γεγενημένοι, ὀνειδίζοιντο ἂν ὡς υἱοὶ ἀνθρώ που βαρυκάρδιοι, ταῖς δοθείσαις ἀφορμαῖς εἰς τὸ κα θαρὰν γενέσθαι τὴν καρδίαν οὐ κατηκολουθηκότες. Καὶ γὰρ ἔθος τοὺς διδασκομένους, καὶ μὴ παρακο λουθοῦντας τοῖς λεγομένοις, βαρυκαρδίους καλεῖσθαι ὑπὸ τῶν διδασκόντων διὰ τὸ παχὺ τῆς καρδίας. ∆ιὰ τοῦτο δὲ καὶ ζητοῦσι τὸ ψεῦδος ὡς μὴ ὁρῶντες τὸ ἀληθές. Εἰ δὲ βαθύτερον, ἐπεὶ ἀλήθειά ἐστιν ὁ Σωτὴρ, δῆλον, ὅτι ἐχθρὸς ἂν εἴη τούτῳ λόγος ψευδὴς τὸ ἀλη θὲς ἐπαγγελλόμενος, ὃν ἀντίχριστον ὁ Ἰωάννης πολ λάκις φησίν. Ἐὰν δὲ κατὰ περίφρασιν λαμβάνῃ τις τὸ, «υἱοὶ ἀνθρώπων,» ἀντὶ τοῦ, «ἄνθρωποι,» τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀνθρώποις ὂν τὸ βαρυκάρδιον αἰ τιᾶται, ἵνα τὸ οὕτως εἴπω βαρυήκοον αὐτοῦ ἀποβα λόντες κατασκευάσωσιν ἀγχίνοιαν, καὶ ἵνα τὴν ... τοῦ ζητεῖν τὴν δύναμιν ἐν τῇ ψυχῇ ἀποστήσαντες ὧν οὐ χρὴ, ἅτινα ψευδῆ πάντα ἐστὶν, ἐφ' ἃ δεῖ μεταγάγω σι, καὶ ζητήσωσι τὴν ἀλήθειαν. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν, κ. τ. ἑ. Μεγάλη φωνὴ ἡ φθάνουσα πρὸς Θεὸν, οὐχ ἣ παρὰ τοῖς ἀνθρώποις ἐστὶ γεγωνυῖα καὶ ἐπιτεταμένη κατὰ τὴν μείζονα πληγὴν τοῦ ἀέρος, ἀλλ' ἡ τοῦ ἡγεμονικοῦ καθαρὰ καὶ ἀθόλωτος διέξοδος τῶν πρὸς Θεὸν ἀναπεμπομένων λόγων. Ἰστέον γὰρ, ὅτι ἔστι τις καὶ τοῦ κρυπτοῦ τῆς καρδίας ἀν θρώπου φωνὴ μὴ συγχρωμένη τῷ σώματι, ἣν ἔσθ' ὅτε εἰς αὑτὸν συναχθεὶς, καὶ εἰσελθὼν εἰς τὸ ταμιεῖόν σου, καὶ τὴν θύραν τῶν αἰσθητηρίων ἀποκλείσας, καὶ πᾶς γενόμενος ἔξω σώματος ἀναπέμπει πρὸς τὸν μόνον ἀκούοντα τοιαύτης φωνῆς. ∆ιὰ τοῦτό τοι μη δεμιᾶς αἰσθητῆς φωνῆς ὑπὸ τοῦ Μωϋσέως ἀναγε γραμμένης γεγονέναι φησὶ πρὸς αὐτὸν, ὡς ἀπὸ τῆς Ἐξόδου μεμαθήκαμεν· «Τί βοᾷς πρός με;» Βρα χεῖα δὲ πᾶσα φωνὴ ἡ περὶ τῶν ἐπιγείων καὶ μικρῶν, καὶ ταπεινῶν διέξοδος, καὶ αἴτησις ἀπὸ Θεοῦ· ἢν ἀπαγορεύων ὁ Σωτὴρ προσφέρειν τῷ Πατρί φησιν· «Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθή σεται· αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστε θήσεται ὑμῖν.» Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, κ. τ. ἑ. Ἡ, «ὀργίζεσθε,» φωνὴ σημαίνει τὸ προστακτικὸν κα τηγόρημα· σημαίνει δὲ καὶ τὸ ὁριστικὸν ὑπό τινων καλούμενον διαβεβαιωτικὸν, οἷον· ὀργιζόμεθα, ὀργί ζεσθε, ὀργίζονται. Πάλιν κατὰ ἄλλον τρόπον ἡ ὀργὴ προσηγορία, ἀφ' ἧς ἐσχημάτισται τὸ, «ὀργίζεσθε,» σημαίνει τι προαιρετικὸν, ἢν ὡρίσαντό τινες ὄρεξιν ἀντιτιμωρήσασθαι τοὺς ἠδικηκέναι δοκοῦντας. ∆ηλοῖ δὲ καὶ ἀπροαίρετον, ὃ καλοῦσί τινες προπάθειαν γι νομένην, ἐπί τισι δὲ ἐρεθισμοῖς ἕλκουσαν· ἐφ' ἣν προωρισάμεθα ὀργήν. Τὸ ἕτερον τοίνυν τὸ, «ὀργί ζεσθε,» ἐὰν λαμβάνωμεν, λέγω δὲ τὸ ἀπροαίρετον τὸ 12.1144 κατὰ τὴν προπάθειαν γινόμενον, οὐκ ἔστιν ἁμάρτημα 12.1144 ἀποπτωτικὸν εἶναι τοῦ καλοῦ· καὶ κατὰ τοῦτό γε οὐ τὸ προστακτικὸν νοήσωμεν εἰρῆσθαι τὸ «ὀργίζεσθε,» (πῶς γὰρ ἂν δυναίμεθα προστάττεσθαι τὸ ἀπροαίρε τον;) ἀλλὰ τὸ ὁριστικὸν, ἵν' ᾖ ὅλον τὸ λεγόμενον τοιοῦτον· Ὅσον ὀργίζεσθε καὶ συμβαίνει τοῦτο ὑμῖν οὐκ ἔχουσι πρὸς τοῦτο λογισμοὺς, ἀλλὰ τὸ παρ' αὐ τῶν μὴ προσθῆτε· ἀλλὰ τῷ συμβαίνοντι οὐ ψεκτῷ ψεκτόν τι μὴ ἀκολουθησάτω· ὅπερ δηλοῖ ἐν τῷ· «Καὶ μὴ ἁμαρτάνετε.» Οἶδεν οὖν καὶ ἐνθάδε ὁ λόγος τινὰ ὀργὴν οὐκ οὖσαν ἁμαρτίαν, καὶ οὐδέπου ἀπὸ τοῦ ἐφ' ἡμῖν ἐρχομένην παθητικὴν καὶ κακοποιητι κήν. Μαρτυρεῖ δὲ τῇ ἐκδοχῇ τῇ εἰρημένῃ περὶ τοῦ, «ὀργίζεσθε,» ὁ Ἀκύλας τὸ κύριον ἑρμηνεῦσαι βου ληθεὶς τοῦ Ἑβραϊκοῦ· τὸ γὰρ ἀπροαίρετον, ὃ προει ρήκαμεν ὀνομάζεσθαι προπάθειαν παρά τισιν, κλό νον καὶ σεισμὸν τῆς ψυχῆς νομίσας εἶναί φησι· «Κλονεῖσθε καὶ μὴ ἁμαρτάνετε·» ὅπερ «κλονεῖσθε» οὐκ ἔστι προστακτικὸν, (ἄτοπον γὰρ τὸν προφήτην προστάσσειν κλονεῖσθαι·) ἀλλ' ὡς ἐπὶ τοῦ «ὀργίζε σθε» εἰρήκαμεν, ὁριστικὸν, οἷον· Εἰ συμβαίνει· ὑμῖν κλονεῖσθαι, μὴ ἁμαρτάνετε. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοί ταις