ἔτη ἐγκεκλεισμένος καὶ διὰ θυρίδος λαμβάνων παρὰ τοῦ δια κονοῦντος αὐτῷ τὰς χρείας κατηξιώθη χαρίσματος προρ ρήσεων. Ἐν οἷς καὶ τῷ μακαρίῳ Θεοδοσίῳ τῷ βασιλεῖ διαφόρους ἀπέστειλε προρρήσεις, περί τε Μαξίμου τοῦ τυράννου, ὅτι νικήσας αὐτὸν ὑποστρέψει τῶν Γαλλίων· ὁμοίως δὲ καὶ περὶ Εὐγενίου τοῦ τυράννου εὐηγγελίσατο. Τούτου ἐξῆλθε φήμη πολλὴ ὡς ἐναρέτου. 35.3 Ὄντες οὖν ἡμεῖς ἐν τῇ ἐρήμῳ τῆς Νιτρίας, ἐγώ τε καὶ οἱ περὶ τὸν μακάριον Εὐάγριον, ἐζητοῦμεν μα θεῖν τὴν ἀκρίβειαν, τίς ἡ ἀρετὴ τοῦ ἀνδρός. Λέγει οὖν ὁ μακάριος Εὐάγριος· "Ἡδέως ἐμάνθανον παρά του εἰδότος δοκιμάζειν νοῦν καὶ λόγον, ποταπὸς εἴη ὁ ἀνήρ· ἐὰν γὰρ ἐγὼ αὐτὸς ἰδεῖν αὐτὸν μὴ δυνηθῶ, τὰ δὲ τῆς πολιτείας αὐτοῦ ἀκοῦσαι ἀκριβῶς δυνηθῶ ἄλλου διηγουμένου, οὐκ ἀπέρχομαι ἕως τοῦ ὄρους". Ἀκούσας ἐγὼ καὶ μηδενὶ μηδὲν εἰρηκὼς ἡσύχασα μίαν ἡμέραν· τὴν δὲ ἄλλην ἀπο κλείσας μου τὸ κέλλιον καὶ θεῷ παραθέμενος ἑαυτὸν καὶ αὐτὸ ἐσκύλην ἕως Θηβαΐδος. 35.4 Καὶ ἔφθασα δι' ἡμερῶν δεκαοκτώ, τὰ μὲν πεζεύσας, τὰ δὲ καὶ πλεύσας ἐν τῷ ποταμῷ. Ὁ καιρὸς δὲ ἦν τῆς ἀναβάσεως, ἐν ᾧ νοσοῦσι πολλοί· ὃ δὴ καὶ ὑπέστην. Ἀπελθὼν οὖν εὗρον αὐτοῦ κε κλεισμένον τὸ προεισοδικόν· ὕστερον γὰρ προσῳκοδόμησαν οἱ ἀδελφοὶ προεισοδικὸν μέγιστον, ἐν ᾧ χωροῦσιν ἄνδρες ὡς ἑκατόν· καὶ κλειδίῳ ἀποκλείοντες κατὰ σάββατον καὶ κυριακὴν ἤνοιγον. Μαθὼν οὖν τὴν αἰτίαν δι' ἣν ἐγκέ κλειστο, ἡσύχασα ἕως τοῦ σαββάτου. Καὶ παραγενόμενος ὥραν δευτέραν ἐν τῇ συντυχίᾳ εὗρον αὐτὸν ἐν τῇ θυρίδι παρακαθεζόμενον, δι' ἧς ἐδόκει παρακαλεῖν τοὺς παρα τυγχάνοντας. 35.5 Ἀσπασάμενος οὖν με ἔλεγε δι' ἑρ μηνέως· "Πόθεν εἶ, καὶ τί παραγέγονας; Στοχάζομαι γάρ σε τῆς συνοδίας εἶναι τῆς Εὐαγρίου". Εἶπον ὅτι "Ξένος ἐκ Γαλατίας ὡρμημένος"· ὡμολόγησα δὲ ὅτι καὶ τῆς ἑταιρείας Εὐαγρίου. Ἐν τῷ μεταξὺ λαλούντων ἡμῶν ἐπεισ ῆλθεν ὁ ἡγεμὼν τῆς χώρας, Ἀλύπιος ὀνόματι· ᾧ προσ δραμὼν ἀφῆκε τὴν ἐμὴν ὁμιλίαν. Ἀναχωρήσας οὖν ὀλίγον δέδωκα αὐτοῖς τόπον ἑστὼς πόρρωθεν. Ἐπὶ πολὺ δὲ συν ομιλούντων αὐτῶν ἠκηδίασα, καὶ ἀκηδιάσας κατεγόγγυσα τοῦ καλογήρου, ὡς ἐμοῦ μὲν καταφρονήσαντος τιμήσαντος δὲ ἐκεῖνον. 35.6 Καὶ ἐπὶ τούτῳ σιανθεὶς τὴν διάνοιαν ἐσκε πτόμην ἀναχωρῆσαι καταφρονήσας αὐτοῦ. Προσκαλεσά μενος δὲ τὸν ἑρμηνέα, Θεόδωρον ὀνόματι, λέγει αὐτῷ· "Ἄπελθε, εἰπὲ τῷ ἀδελφῷ ἐκείνῳ· "Μὴ μικροψύχει· ἄρτι ἀπολύω τὸν ἡγεμόνα καὶ λαλῶ σοι"". Ἔδοξα οὖν ὡς πνευμα τικῷ αὐτῷ προσσχὼν προσκαρτερεῖν. Καὶ ἐξελθόντος τοῦ ἡγεμόνος προσκαλεῖταί με καὶ λέγει μοι· "∆ιὰ τί ἐβλάβης κατ' ἐμοῦ; Τί ἄξιον βλάβης εὗρες, ὅτι ἐκεῖνα ἐλογίσω ἅπερ οὔτε ἐμοὶ πρόσεστιν οὔτε σοι ἔπρεπεν; Ἢ οὐκ οἶδας ὅτι γέγραπται· "Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες"; Σὲ ὅτε θέλω εὑρίσκω, καὶ σὺ ἐμέ. 35.7 Καὶ ἐὰν μὴ ἐγώ σε παρακαλέσω, ἄλλοι σε ἀδελφοὶ πα ρακαλοῦσι καὶ ἄλλοι πατέρες. Οὗτος δέ ἐστιν ἐκδεδομένος τῷ διαβόλῳ διὰ τῶν κοσμικῶν πραγμάτων, καὶ βραχεῖαν ἀναπνεύσας ὥραν, ὡς δραπετεύσας οἰκέτης δεσπότην, παρεγένετο ὠφεληθῆναι· ἄτοπον οὖν ἦν καταλείψαντας αὐτὸν σοὶ προσδιατρίψαι, σοῦ ἀδιαλείπτως τῇ σωτηρίᾳ σχολά ζοντος". Παρακαλέσας οὖν αὐτὸν εὔξασθαι ὑπὲρ ἐμοῦ ἐπληροφορήθην ὅτι ἀνὴρ ἦν πνευματικός. 35.8 Τότε χαριεν τιζόμενος τῇ δεξιᾷ χειρὶ εἰς τὴν ἀριστεράν μου σιαγόνα ἠρέμα κοσσίσας, λέγει μοι· "Πολλαί σε μένουσι θλίψεις, καὶ πολλὰ ἐπολεμήθης ἐξελθεῖν τῆς ἐρήμου· καὶ ἐδειλάνθης καὶ ὑπερέθου· Εὐλαβεῖς δέ σοι προφάσεις καὶ εὐλόγους φέρων ὁ δαίμων ἀναρριπίζει. Ὑπέθετο γάρ σοι καὶ τὴν τοῦ πατρός σου ἐπιθυμίαν, καὶ τὴν κατήχησιν τοῦ ἀδελφοῦ σου καὶ τῆς ἀδελφῆς εἰς τὸν μονήρη βίον. 35.9 Ἰδὲ οὖν σοι εὐαγγελίζομαι· Ἀμφότεροι ἐσώθησαν· ἀπετάξαντο γάρ. Καὶ ὁ πατήρ σου ζῆσαι ἔχει ἀκμὴν ἄλλα ἔτη. Ἐγκαρτέρει οὖν ἐν τῇ ἐρήμῳ, καὶ μὴ τούτων χάριν θελήσῃς ἀπελθεῖν ἐν τῇ πατρίδι σου· γέγραπται γάρ· "Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν"." Ὠφεληθεὶς οὖν ἐκ τῶν ῥημάτων τούτων καὶ στυφθεὶς