1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

30

λήψομαι." ∆ιὰ τούτων μὲν οὖν τὴν ἀλαζονείαν αὐτοῦ δήλην πεποίηκε. Εἶτα προαγορεύει τὰ κατα ληψόμενα τὴν Ἱερουσαλὴμ κακὰ, ὑποδείκνυσι δὲ καὶ τὰς τῆς τιμωρίας αἰτίας· "Ὀλολύξατε γὰρ, φησὶ, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμα ρείᾳ· ὃν τρόπον γὰρ ἐποίησα ἐν Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ ἐν Ἱερουσα λὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς." Μεμαθήκαμεν δὲ, ὅτι τῆς Ἱερουσαλὴμ Σενναχηρεὶμ ὁ τῶν Ἀσσυρίων οὐ περιεγένετο βασιλεὺς, ὁ δὲ Ναβουχοδονόσορ εἰς Βαβυλῶνα τὰ βασίλεια μεταθεὶς, καὶ βασιλικὴν ἐκείνην ἀποφήνας πόλιν μετὰ τὴν τῆς Νινευὴ κατά λυσιν, ἐπεστράτευσε τῇ Ἰουδαίᾳ, καὶ ἀνάστατον τὴν Ἱερουσαλὴμ πεποιηκὼς, τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐξανδραπο δίσας αἰχμαλώτους ἀπήγαγεν· ὡς εἶναι δῆλον κἀν τεῦθεν, ὡς μίαν οἶδεν ἡ θεία Γραφὴ τὴν Ἀσσυρίων 81.1349 καὶ Βαβυλωνίων βασιλείαν· καὶ ἐκ τῶν ἐπαγομένων δὲ τοῦτο ῥᾴδιόν ἐστι καταμαθεῖν. "Ἔσται γὰρ, φησὶν, ὅταν συντελέσῃ Κύριος ποιῶν πάντα ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ." Ἐτι μωρήσατο δὲ τὴν Ἱερουσαλὴμ ὁ Θεὸς, οὐ διὰ τοῦ Σενναχηρεὶμ, ὃς τῶν Ἀσσυρίων ἐβασίλευσεν, ἀλλὰ διὰ τοῦ Ναβουχοδονόσορ. Ὁ μὲν γὰρ, οὐ μόνον οὐκ ἐπόρθησε τὴν πόλιν, ἀλλὰ καὶ ἅπασαν ἀπολωλεκὼς τὴν στρατείαν, ἀπέδρα μόνος, καὶ οἴκοι τὴν σφαγὴν παρὰ τῶν υἱῶν ἐδέξατο· ὁ δὲ Ναβουχοδονόσορ καὶ τὴν πόλιν καθεῖλε, καὶ ἐνέπρησε τὸν θεῖον νεὼν, καὶ τὸν λαὸν ἀπήγαγε δορυάλωτον. ∆ιδάσκει τοίνυν ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι μετὰ τὸ συντελέσαι Κύριον ποιοῦντα πάντα ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἃ ἠπείλησε λέγων· "Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλήμ· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς εἰδώλοις αὐτῆς, οὕτω ποιήσω καὶ τῇ Ἱερουσα λὴμ καὶ τοῖς χειροποιήτοις αὐτῆς," ἐπάξει, φησὶ, Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων. Καὶ οὐ λέγει τῶν Βαβυλωνίων, ἀλλὰ τῶν Ἀσσυρίων· μία γὰρ τούτων κἀκείνων ἡ βασιλεία. Νοῦν δὲ μέγαν καλεῖ διὰ τὸ ὑψηλὸν καὶ ἀλαζονικὸν τῶν βουλευμάτων· διὸ καὶ εἰκότως ἐπάγει· "Καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ." Καὶ οὐχ ἁπλῶς ἔφη, "τῆς δόξης αὐτοῦ," ἀλλὰ "τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ·" τουτέστιν, ὃς ἄνθρω πος ὢν ὑψηλότατός τε καὶ μέγιστος εἶναι φαντάζε ται. Εἶπε γάρ· "Ἐν τῇ ἰσχύϊ μου ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψο μαι τῇ χειρί μου ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι" Οὕτω γυμνώσας τῶν λογισμῶν τοῦ Ἀσσυρίου τὸν τῦφον, ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον, καὶ διδάσκει, ὡς οὐδὲν ἂν τῶν ὑπ' αὐτοῦ γενομένων ἐγένετο, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, καὶ βουλη θέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι τοὺς ταῦτα ὑπ' αὐτοῦ πεπονθότας. Οὗ χάριν εἰκότως ἐπάγει· "Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐ τόν; Ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον." Καθ άπερ, φησὶν, ἀδύνατον, αὐτομάτως ἀξίνην, ἢ πρίονα, ἢ ῥάβδον κινηθῆναι· τηνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι ταῦτα θελήσειεν· οὕτω καὶ σὺ, τῆς ἐμῆς παραχωρη σάσης σοι προμηθείας, πεποίηκας ἃ πεποίηκας, διὰ τὴν τῶν πεπονθότων παρανομίαν. Μὴ τοίνυν νόμιζε, τῇ οἰκείᾳ σοφίᾳ καὶ δυνάμει ταῦτα κατωρθωκέναι. Εἰ δὲ οὐ βούλει ταῦτα σωφρόνως μαθεῖν, καὶ τὴν ἀλαζονικὴν ὀφρὺν καταλῦσαι, τῇ πείρᾳ μαθήσῃ, ὅτι 81.1352 ταῦθ' οὕτως ἔχει. "Ἀποστελεῖ γὰρ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται." Καὶ ἐν ἑτέρῳ δὲ χω ρίῳ πάλιν τοιαῦτά φησιν ὁ Θεὸς πρὸς τὸν προφήτην· "Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνη· Πῶς ἀνα πέπαυται ὁ ἀπαιτῶν; καὶ ἀναπέπαυται ὁ ἐπισπου δαστής; Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτω λῶν, τὸν ζυγὸν τῶν ἀρχόντων, πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ." Εἶτα δείκνυσι τὴν