1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

30

κγʹ. Καὶ ἐξῆραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ' αὐτὰ ὑπεράνω αὐτῶν. Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως. Τούτων, φησὶν, οὕτως εἰρημένων, ἀπέστη ἐκ τῆς πόλεως τὰ Χερουβὶμ, φέροντα τοῦ Θεοῦ τὴν δόξαν ἐποχουμένην· ἔστη δὲ ἐπὶ τοῦ ὄρους κατέναντι Ἱε ρουσαλήμ· ἔστι δὲ τοῦτο τὸ ὄρος τὸ τῶν Ἐλαιῶν καλούμενον, ὅθεν καὶ ἡ κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν ἀνάληψις ἐγένετο· εἰκότως τοίνυν καὶ τηνι καῦτα ἐν ἀνθρωπείῳ φανεὶς σχήματι, καὶ τὰς δύο φύσεις ἑνὶ δείξας προσώπῳ, καὶ τὴν μὲν θείαν διὰ τοῦ πυρὸς αἰνιξάμενος, διὰ τοῦ ἠλέκτρου δὲ τὴν ἀνθρωπείαν παραδηλώσας, κατὰ τῆς Ἱερουσαλὴμ τὴν ψῆφον ἐξενεγκὼν εἰς τὸ ὄρος τοῦτο χωρεῖ, κἀκεῖ θεν ποιεῖται τὴν εἰς οὐρανοὺς ἄνοδον· καὶ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸν θάνατον, τὴν κατὰ τῆς Ἱερουσαλὴμ ψῆφον πάλιν ἐξενεγκὼν, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ, εἰς τὸ ὄρος ἐκεῖνο 81.904 μετὰ τῶν μαθητῶν ἀνελθὼν, ὑπὸ νοερῶν καὶ ἀορά των φερόμενος δυνάμεων εἰς τοὺς οὐρανοὺς ἀνελή φθη. Τύπος τοίνυν τῶν ἐσομένων καὶ τὰ τῷ προφήτῃ δειχθέντα· οὕτω δὲ ταῦτα θεασάμενος, φησίν· κδʹ. Πνεῦμα ἀνέλαβέ με, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων ἐν ὁράσει ἐν Πνεύματι Θεοῦ. Οὐ γὰρ κατὰ ἀλήθειαν, φησὶ, σωματικῶς, νῦν μὲν εἰς τὴν Ἰουδαίαν, νῦν δὲ εἰς γῆν Χαλδαίων μετεφερόμην, ἀλλ' ὁράσει, τουτέστιν ἐν ὀπτασίᾳ· καὶ ἐν Πνεύ ματι Θεοῦ, ἀντὶ τοῦ, ∆ιὰ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν διάνοιαν φωτιζόμενος, καὶ προφητικοὺς δεχόμε νος ὀφθαλμοὺς, τούτων ἕκαστον ἐθεώρουν. Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον. (κεʹ.) Καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι. Εἰς ἐμαυτὸν, φησὶν, ἐπανῆλθον, τῆς πνευματικῆς θεωρίας τέλος λαβούσης· καὶ ἐκεῖνα μὲν οὐκέτι ἑώρων, μόνους δὲ τοὺς συμπαρόντας πρεσβυτέρους, οἷς καὶ διηγησάμην ἕκαστον, ὧν τε εἶδον, ὧν τε ἀκήκοα· ἀλλὰ καιρὸς νῦν εἰπεῖν τὴν εὐαγγελικὴν ἐκείνην φωνὴν, "Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." Ἱκανῶς γὰρ τοῦτο ἡμᾶς καὶ τὰ εἰρημένα ἐδίδαξε· πολλῶν γὰρ κατὰ ταυτὸν καθ ημένων, μόνος ὁ προφήτης τῆς πνευματικῆς ἐκείνης ἀπήλαυσε θεωρίας. Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιω θῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ ∆ʹ. ΚΕΦΑΛ. ΙΒʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ

οἴκου παραπικραί νοντος σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ τὰ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παρα πικραίνων ἐστί. Τὴν ἐπ' ἄμφω τῆς ψυχῆς ῥοπὴν ὁ λόγος ἐδήλωσεν· "Ἔχουσι γὰρ, φησὶν, ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι τοῦ 81.905 ἀκούειν, καὶ οὐκ ἀκούουσι." Καὶ διδάσκων ὡς οὐκ ἐκ φύσεως αὐτοῖς τὰ πάθη ταῦτα γέγονεν, ἐπήγαγε, "∆ιότι οἶκος παραπικραίνων ἐστί." Τὸ δὲ παραπι κραίνων ὁ Σύμμαχος προσεριστὴς ἡρμήνευσε, τουτ έστι φιλόνεικος, ἀπειθὴς καὶ ἀνήκοος. Ταῦτα δὲ τῷ προφήτῃ προεῖπεν ὁ ∆εσπότης, μέλλων αὐτὸν προστάττειν τὴν διὰ τῶν πραγμάτων ποιήσασθαι προφητείαν, καὶ οἱονεὶ ἀπολογούμενος, ὅτι διὰ τὴν τοῦ λαοῦ σκληρότητα καὶ ἀπείθειαν τοιαῦτα ἐπιτάτ τειν ἀναγκάζεται. γʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας, καὶ αἰχμαλωτεύθητι ἡμέ ρας