εἴρηται, καθὰ καὶ πάντες οἱ ἀπόστολοι εἶπον. καὶ ταῦτα μὲν περὶ τῆς ἀνθρωπότητος αὐτοῦ· τὸ γὰρ περὶ τῆς θεότητος αὐτοῦ ἐν τούτῳ τῷ ψαλμῷ εἰρημένον ἐστὶ τοῦτο. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. ὡσανεὶ τὸ ἰσχυρὸν καὶ δυνατὸν 161 τῆς θεότητος γνωρίσας ἐν ταὐτῷ καὶ τὸν ἀνακαινισμὸν ἤτοι ἀναπλασμὸν τῶν ἀνθρώπων σημάνας· τὸ γὰρ σκεῦος τοῦ κεραμέως συντριβόμενον μήπω προσομιλῆσαν πυρὶ δέχεται ἀναπλασμόν. ὁμοίως καὶ τὸν ὄγδοον εἰς αὐτὸν πάλιν εἴρηκεν, εἰς τὴν αὐτοῦ θεότητα εἰπὼν τὰ πρῶτα τοῦ ψαλμοῦ, καθὰ καὶ αὐτὸς ὁ δεσπότης Χριστὸς μαρτυρεῖ περὶ τούτου ἐν τῷ εὐαγγελίῳ, ὅτε μετὰ τῶν κλάδων ἐπευφήμουν λέγοντες, Ὡσαννὰ τῷ υἱῷ ∆αβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. καὶ ἐπειδὴ μὴ ἴσχυον οἱ Ἰουδαῖοι ἐπιτιμᾶν τοῖς ὄχλοις καὶ τοῖς νηπίοις, ἦν γὰρ παράδοξα τὰ ὁρώμενα, παῖδες καὶ θηλάζοντα νήπια καὶ μαθηταὶ καὶ ὄχλοι ἐπευφημοῦντες καὶ τὸν ὕμνον ἀνακράζοντες αὐτῷ ἐπεχείρουν τὴν μέμψιν ἐπιῤῥίπτειν, καί φασιν πρὸς αὐτόν, Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ ἕτερος εὐαγγελιστής φησι, Τινὲς ἐκ τοῦ ὄχλου ἔλεγον αὐτῷ, Ἐπιτίμησον τοῖς μαθηταῖς σου, ὡσανεὶ ὅτι δυσφημεῖς, καταδεχόμενος ὕμνον, ὃς τῷ θεῷ μόνῳ ἁρμόζει, ἑκάτεροι τὸν αὐτὸν νοῦν ἔχοντες. πρὸς οὓς ὁ κύριός φησι, τοῖς μέν, Ναί, οὐδέποτε ἀνέγνωτε, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, διαῤῥήδην φήσας τὸν ὄγδοον εἰς αὐτὸν εἰρῆσθαι ψαλμόν, ἐν ταὐτῷ καὶ αἰνιξάμενος ὅτι Οὐχ ἁρπάζω τὰ τῷ θεῷ προσόντα. τοῦτο γάρ εἰμι, καθὰ καὶ ὁ ἀπόστολος βοᾷ, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε 162 μορφὴν δούλου λαβών· τοῖς δὲ πάλιν εἰπών, Μὴ θαυμάζετε περὶ τῶν νηπίων καὶ περὶ τῶν μαθητῶν· οὗτοι ἐὰν σιωπήσωσι. οἱ λίθοι κεκράξονται. οἱ δὲ εἰδότες ὅτι γέγραπται, θεωροῦντες δὲ καὶ αὐτοῖς ἔργοις νήπια καὶ θηλάζοντα παραδόξως κράζοντα τὸν ὕμνον, ἀναλογιζόμενοι δὲ ὡς δυνατὸν τῷ ποιήσαντι τὰ νήπια ὑπὲρ φύσιν ἀνακράζειν τὸν ὕμνον, δυνατὸν αὐτῷ καὶ τὰ ἄψυχα ποιῆσαι κράξαι, εὐφημοῦντο αἰσχυνόμενοι, βαβαί, δύναμις τοῦ δεσπότου Χριστοῦ, βαβαί, φιλανθρωπία, βαβαί, συγκατάβασις εὔσπλαγχνος. πῶς διὰ τῆς διδασκαλίας ἧς ἀνέλαβε δούλου μορφῆς ἠξίωσε πραέως τὴν ἑαυτοῦ θεότητα ὑποδεῖξαι. δέχεσθαί τε ἐναγωγὰς ὑπὸ τῶν ἰδίων κτισμάτων, καὶ ἀποκρίνεσθαι οὐ μετ' ὀργῆς, ἀλλὰ πραέως καὶ ἀνεξικάκως. ὢ μακροθυμίας ὑπερβολή, ὢ καὶ τοὺ ∆αβὶδ ἀξία, τοιαῦτα ἀξιωθέντος προειπεῖν. ἔτι γὰρ λέγει καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν τῷ αὐτῷ ψαλμῷ ἀπὸ τοῦ, Τί ἔστιν ἄνθρωπος ὅτι μιμνήσκει αὐτοῦ, ἕως τέλους. οἷς μαρτυρεῖ ὁ θεῖος ἀπόστολος Παῦλος λέγων οὕτως. Τὸν δὲ βραχύ τι παρὰ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. καὶ πάλιν, Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν ὁ θεὸς τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. ἀλλὰ τίνι αὐτὴν ὑπέταξεν, ὦ Παῦλε; φησί, ∆ιεμαρτύρατο δέ τίς που λέγων, Τί ἔστιν ἄνθρωπος ὅτι μιμνήσκει αὐτοῦ; τούτῳ ὑπέταξεν αὐτήν. 163 ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, φησίν, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. οὕτω τοῖς Ἑβραίοις πιστὸς εἰρηκὼς τὰ αὐτὰ καὶ τοῖς Ἕλλησι λέγει καί φησι, Τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ὁμοίως καὶ Πέτρος, Ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ἀπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. ὁμοίως πάλιν εἶπεν εἰς αὐτὸν ὁ ∆αβὶδ καὶ τὸν τεσσαρακοστὸν τέταρτον ψαλμόν, ἐν ᾧ πάλιν καὶ περὶ τῆς θεότητος αὐτοῦ φαίνεται λέγων καὶ περὶ τῆς ἀνθρωπότητος. οἷς μαρτυρεῖ πάλιν ὁ μακαρίτης Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ λέγων οὕτως. Πρὸς δὲ τὸν Ἰησοῦν, ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. τοῦτο