De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
μαγιστριανοὶ, φαβρικήσιοι, τάξις τῶν ἐπάρχων καὶ τοῦ ἐπάρχου, ἀργυροπρᾶται καὶ πάντες πραγματευταὶ, καὶ πᾶν σύστημα, καὶ ἁπλῶς ἀπὸ τοῦ καπιτωλίου μέχρι τῆς χαλκῆς τοῦ παλατίου πάντα ἐπεπλήρωτο, ὥστε μόλις προβαίνειν τὸν ἵππον τοῦ βασιλέως. ὡς δὲ εἰσείη τὴν χαλκὴν ὁ βασιλεὺς, ἔστη ὁ ἀδμισσιωνάλιος, ἔχων τὸν πρωτίκτωρα καὶ τὸν θριαμβευτὴν, καὶ ἔκραξεν τὸ θριαμβευτάλιον. οὕτω γὰρ συνεῖδεν γενέσθαι ὁ μάγιστρος διὰ τὸ μὴ εἰσέρχεσθαι τὸν βασιλέα διὰ τῆς χρυσῆς πόρτης. πάντες δὲ οἱ ἄρχοντες καὶ πατρίκιοι πεζεύοντες ἀπὸ τῶν Ἀποστόλων ἐδηρίγευσαν, καὶ οἱ κουβικουλάριοι πεζεύοντες ἠκολούθησαν. Ἡ ἀπὸ τοῦ φοσσάτου μετὰ νίκης ἐπάνοδος Βασιλείου τοῦ φιλοχρίστου βασιλέως ἀπὸ Τεφρικῆς καὶ Γερμανικίας. Τοῦ βασιλέως ἐπανελθόντος μετὰ νίκης ἀπὸ τοῦ πολέμου Τεφρικῆς καὶ Γερμανικίας, διεπέρασεν ἐπὶ τὰ Ἠρία ἐν τῷ ἑβδόμῳ, ὑπαντησάσης αὐτῷ ἐκεῖσε ἁπάσης ἡλικίας τῶν τῆς πόλεως μετὰ στεφάνων τῶν ἐξ ἀνθέων καὶ ῥόδων κατεσκευασμένων. ὡσαύτως καὶ ἡ σύγκλητος πᾶσα ἡ ἐν τῇ 499 πόλει ἐκεῖσε αὐτὸν ἐδέξατο, καὶ ὁ βασιλεὺς ἀπὸ στόματος αὐτοὺς ἐδέξατο. εἰσελθὼν δὲ καὶ εὐξάμενος ἐν τῷ τοῦ προδρόμου ναῷ τῷ ἐν τῷ ἑβδόμῳ, ἅψας κηροὺς ἐξῆλθεν, καὶ βαλὼν σκαραμάγγιον τριβλάτιον, ἅμα υἱῷ Κωνσταντίνῳ τῷ νέῳ ἱππεύσαντες ἦλθον ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τῶν Ἀβραμιτῶν, προηγουμένης πάσης τῆς συγκλήτου καὶ τοῦ λαοῦ τῆς πόλεως ἅμα καὶ φλαμούλων τινῶν λιτῶν, καὶ καταβάντες τῶν ἵππων εἰσῆλθον εἰς τὸν ναὸν τῆς Θεοτόκου. εὐξάμενοι καὶ ἅψαντες κηροὺς, ἐκαθέσθησαν μικρόν· ὁ δὲ ἔπαρχος τῆς πόλεως προητοιμάσατο καταστέψας τὴν πόλιν ἀπὸ τῆς χρυσῆς πόρτης μέχρι τῆς χαλκῆς ἀπὸ δάφνης καὶ δενδρολιβάνου καὶ μερσύνης καὶ ῥόδων καὶ λοιπῶν ἀνθέων, ἀλλά γε καὶ ἀπὸ σκαραμαγγίων διαφόρων καὶ σενδὲς καὶ πολυκανδήλων· ὡσαύτως καὶ ἡ γῆ πᾶσα φιλοκαληθεῖσα κατέστρωτο ἄνθεσιν· ἐν δὲ τῷ λιβαδίῳ τῷ ἔξω τῆς χρυσῆς πόρτης ἐπήγησαν τένται, καὶ διεπέρασαν ἀπὸ Ἱερείας ἐκεῖσε τοὺς εὐγενεῖς καὶ ἐμφανεῖς τῶν αἰχμαλώτων Ἀγαρηνῶν καὶ τὰ ἐξαίρετα τῶν λαφύρων τοῦ πολέμου, φλαμούλων τε καὶ ἀρμάτων, καὶ ἐν ταῖς τέντεσιν ἔνδον ἀποτεθέντα διῃρέθησαν, 500 καὶ διῆλθον ἐν τῇ μέσῃ θριαμβευόμενα ἀπὸ τῆς χρυσῆς πόρτης ἕως τῆς χαλκῆς τοῦ παλατίου, ἀνοιγείσης τότε τῆς μέσης καὶ μεγάλης χρυσῆς πόρτης. μετὰ δὲ τὸ τὰ λάφυρα διελθεῖν ἀναστάντες οἱ δεσπόται καὶ ἐκβαλόντες τὰ σκαραμάγγια, ἐφόρεσαν ὁ μὲν αὐτοκράτωρ καὶ μέγας βασιλεὺς ἱμάτιον ἐπιλώρικον χρυσοΰφαντον διόλου καγκελωτὸν διὰ μαργαριτῶν, καὶ ἐν ταῖς ὄρναις ἠμφιεσμένον διὰ μαργαριτῶν τελείων, ζωσάμενος καὶ σπαθίον ζωστίκιον, φορέσας καὶ διάδημα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καισαρίκιον· ὁ δὲ υἱὸς αὐτοῦ Κωνσταντῖνος ἐφόρεσε κλιβάνιον χρυσοῦν καὶ σπαθίον ζωστίκιον, ποδόψελά τε χρυσᾶ, καὶ ἐν τῇ χειρὶ ἔλαβε λόγχην χρυσᾶν διὰ μαργαριτῶν ἠμφιεσμένην. ἐπὶ δὲ τῆς κεφαλῆς αὐτοῦ ἐφόρεσεν φακιόλιον δίκην προπολώματος, λευκὸν χρυσοΰφαντον, ἔχων ἐπὶ τοῦ μετώπου ὁμοίωμα στεφάνου χρυσοϋφάντου. ἐπέβησαν δὲ ἀμφότεροι ἱππεύσαντες ἐν ἵπποις λευκοῖς ἐστρωμμένοις χιώμασιν διαλίθοις. ἐν ᾧ ἔστησαν ἔφιπποι δεξάμενοι τοὺς δημάρχους καὶ τὰ δύο μέρη, φορούντων τῶν δημωτῶν καμίσια καὶ στεφάνια σημεντέϊνα ἐπὶ τῆς κεφαλῆς αὐτῶν, ἐν δὲ τοῖς τραχήλοις αὐτῶν ἕτερα στεφάνια ἀπὸ ῥόδων καὶ ἀνθέων κατεσκευασμένα, ταῖς δὲ χερσὶν ἐγ 501 χείρια βασταζόντων· τῶν δὲ δημάρχων φορούντων τὰ νικητικὰ αὐτῶν σαγία, καὶ τῶν ἀρχόντων αὐτῶν καμίσια καὶ χλανίδια. ἐν οἷς ἐξεφωνήθη ἐν πρώτοις οὕτως· "δόξα Θεῷ τῷ ἀποδόντι ἡμῖν μετὰ νίκης τοὺς ἰδίους δεσπότας· δόξα Θεῷ τῷ μεγαλύναντι ὑμᾶς, αὐτοκράτορες Ῥωμαίων· δόξα σοὶ, παναγία τριὰς, ὅτι εἴδομεν νικήσαντας τοὺς ἰδίους δεσπότας· καλῶς ἤλθετε νικήσαντες, ἀνδριώτατοι δεσπόται." καὶ λοιπὰ ἐπευφημήσθησαν νικητικὰ, καὶ ἀπελατικοὶ στρατηγικοὶ ἐλέχθησαν, ἔμπροσθεν περιπατούντων τῶν δύο μερῶν. ἀπὸ δὲ τῶν Ἀβραμιτῶν ἐλθόντες ἐν τῇ χρυσῇ πόρτῃ, ὡς εἴπομεν, ἀνοιγείσης αὐτοῖς, ἔστησαν πρὸ τῆς εἰσόδου αὐτῆς εὐφημησθέντες ὁμοίως. δεξάμενοι ἐκεῖσε τὸν ἔπαρχον τῆς πόλεως καὶ τὸν ἀπομονέα, οἵτινες πεσόντες προσεκύνησαν, καὶ προσήνεγκαν τῷ αὐτοκράτορι στέφανον χρυσοῦν κατὰ τὸν παλαιὸν τύπον, καὶ ἑτέρους ἀπὸ δαφνῶν, ὡς τῆς νίκης σύμβολα· ἔλαβον δὲ οἱ αὐτοὶ παρὰ τοῦ βασιλέως νομίσματα χάραγμα τὴν τιμὴν, καὶ πλείω, τοῦ χρυσοῦ στεφάνου. τῶν δὲ μερῶν πληρωσάντων, εἰσῆλθον τὴν χρυσῆν μεγάλην πόρταν δηριγευόμενοι, καὶ ἦλθον ἐν τῷ σίγματι, καὶ διὰ τῶν ἀριστερῶν ἐν τῷ ἐξακιονίῳ καὶ ξηρολόφῳ, αὐτίκα τὸν βοῦν καὶ 502 τὸ καπετώλιον,