De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
μὲν οὐ ῥᾴδιον, πάρα δ' οὖν ὅμως τοῖς ἐθέλουσιν ἀναμετρεῖν. Οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ τὸν τοῦ πεποιῆσθαι διελάσει λόγον. Τελεῖ δὲ ὅτι πάντη τε καὶ πάντως ἔν γε τοῖς οὖσι καὶ τὰ ἐν ἐσχάτοις καὶ κατερ ριμμένα, τίς ὁ καταρνούμενος; Ἁπάντων οὖν ἔσται, καὶ εἰ τῇδε ἔχοι τινά, πατὴρ ὁ Θεός. {Β.} Καὶ πῶς ἀτοπίας οὐ σφόδρα μεστὸς ὁ λόγος; {Α.} ∆υσσεβείας μὲν οὖν τῆς ἐσχάτης ἐπέκεινα θεῖν φαίης ἂν μᾶλλον, εἰ τὰ εἰκότα λέγεις. Εἰ γάρ, ὡς οἴονται, παρὰ τῷ Θεῷ καὶ Πατρὶ τό τε κτίζειν καὶ τὸ γεννᾶν ἀδιάκριτον ἀληθῶς καὶ οὐχ ἑτεροίως ἔχον, διὰ τὸ ἁπλοῦν ἐν οὐσίᾳ, πρῶτον μὲν εἰκαιόμυθον τὴν ἁγίαν ἡμῖν ἀποφαίνουσι 437 Γραφήν, μονογενῆ τὸν Υἱὸν ὀνομάζουσαν, τόν, εἴπερ ἐστὶν ἀληθὲς ὃ δή φασιν οἱ δι' ἐναντίας, ἐν πολλοῖς ἀδελφοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ τοῖς εἶναι πεπιστευμένοις, ἢ γεννη θέντα τυχόν, ἤγουν ἐνεργείᾳ δημιουργικῇ παρενεχθέντα πρὸς ὕπαρξιν. ∆οκεῖ γὰρ ἐκείνοις ἄμφω τε εἶναι ταὐτὸν καὶ οὐχ ἑτεροίως ἔχειν. Εἴη δ' ἂν καὶ αὐτὸς ἁμαρτοεπής, ὡς ἔοικεν, ὁ μέγας ἡμῖν μυσταγωγὸς Ἰωάννης, οἷά τι τῶν ἀπορρήτων ἐξενεγκὼν τὸ μονογενὴς ἐφ' Υἱοῦ· ὃν καὶ "ἐν κόλποις" εἶναί φησι τοῦ Θεοῦ καὶ Πατρός, οὐ διεψευσ μένον, οἶμαι, τὸν ἐπ' αὐτῷ τόκον καὶ διὰ τούτου δεικνύς· διελάσοι δ' ἂν ἡμῖν εἰς θράσους ἤδη τουτί, καίτοι σοφὸς ὢν ὁ λόγος, ὡς ἐπιθρῴσκειν ἀποτολμᾶν καὶ αὐτῷ τῷ Υἱῷ. Φαίην γὰρ ἂν ὅτι τὰς τῶν Ἰουδαίων ἀκρίτους ὁρμὰς καίτοι παρὸν ἀποσείεσθαι, καὶ μάλα ῥᾳδίως, αὐτὸς ἐφ' ἑαυτῷ παρα θήγων ἁλώσεται. Τί γὰρ μὴ μᾶλλον ἔφασκεν· Ἐγώ εἰμι τὸ κτίσμα καὶ ποίημα τοῦ Θεοῦ, Πατέρα δὲ ἴδιον ὠνόμαζε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Τί δὲ ἔδει μᾶλλον ἐπιφωνεῖν ἐν συναγωγαῖς· "Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται," καὶ μὴ ὅπερ ἦν εἰκὸς καὶ λίαν εὐκόλως κατευνάσαι δύνασθαι τῶν ἀκροωμένων τὸν ἀτίθασσον φθόνον· Ὁ πιστεύων εἰς τὸ κτίσμα οὐ κρίνεται; Οἶμαι γὰρ ἄν, εἰ ταυτὶ διακεκραγότος διεπύθετό τις, οὐκ ἂν οἴεσθαι φορτικόν, οὐδὲ ἐθελῆσαι καταλεύειν αὐτόν, καὶ μέχρις ὀφρύος τοῦ ὄρους ἀποκομίζοντας, κρημνοῖς ἐνιέναι παραλόγοις ἐπιχειρεῖν. Τί δὲ δὴ καὶ ἔδρων οἱ σοφώτατοι μαθηταί, δόξαν ἔχοντες ἐπ' αὐτῷ τὴν Υἱοῦ που πάντως καὶ οὐχὶ τὴν κτίσματος; Ἐπειδὴ γὰρ ἐπ' ἄκρῳ κύματι βαίνων, καὶ τὴν ὑγράν τε καὶ εὐδιάχυτον τῶν ὑδάτων φύσιν ἀφράστῳ δυνάμει τοῖς ἰδίοις ὑποστορέσας ποσί, τὸ πλατὺ διέθει πέλαγος, ἀσύνηθες μὲν τοῖς ἁγίοις ἀποστόλοις ἐδίδου τὸ θαῦμα, συνεισήλατο δὲ μόλις ἑκὼν καὶ ὁλκαδίῳ διέπλει, καίτοι καὶ ῥᾷστα μετόν, εἴπερ ἕλοιτο κατορθοῦν, τὸ καὶ αὐτοῖς ἐποχεῖσθαι κύμασι. Κατατεθηπότες δὲ ἤδη καὶ τὴν ἄμαχον ἐξουσίαν ἀναλογισάμενοι, προσεκύνουν λέγοντες· "Ἀληθῶς Θεοῦ Υἱὸς εἶ." Ἆρ' οὖν οὐχὶ καὶ ἐνώμοτον ὡδὶ τὸ χρῆμα ποιούμενοι, εἶναί τε Υἱὸν ἀληθῶς διειπόντες Θεοῦ, διαβεβλήσονται μὲν εἰκότως ὡς ψευδοεπεῖς, διημαρ τηκότες δὲ τἀληθοῦς ἁλώσονταί τε καὶ ἐλεγχθήσονται; Εἰ γάρ ἐστιν οὐχ Υἱός, ἐκ τῆς τοῦ γεννήσαντος οὐσίας ἀναφύς, ποίημα δὲ μᾶλλον, τῇ τῆς υἱότητος δόξῃ κατακεχρωσμένος καὶ ἐν ψιλαῖς εὐφημίαις τὴν ἐπωνυμίαν λαχών, τί μαθόντες 438 προσεκύνουν; Τί δὲ Υἱὸν ὠνόμαζον οἱ μυσταγωγοὶ καὶ τῆς ἀληθείας κήρυκες; {Β.} Ὡς ἄριστα ἡμῖν ὁ λόγος ἔχει. {Α.} Ὁ δὲ δὴ θεῖός τε καὶ ἱερώτατος Παῦλος, καίτοι "σκεῦος ἐκλογῆς" ὠνομασμένος παρὰ Θεοῦ, καὶ τεταγμένος ἱερουργὸς εἰς τὰ ἔθνη καὶ ταμίας ἀκριβὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, τί ἂν βούλοιτο δηλοῦν ὅταν ἥκει βοῶν περί τε αὐτοῦ τοῦ Υἱοῦ καὶ τῶν ἁγίων ἀγγέλων· "Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα; Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέ λων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" Καὶ πάλιν· "Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς