ἱκανῶς, ηὐχαρίστησα τῷ θεῷ τὰς ἐλαυνούσας με προφάσεις ἠνυσμένας μαθών. 35.10 Εἶτα πάλιν λέγει μοι χαριεντιζόμενος· "Θέλεις ἐπίσκοπος γενέσθαι;" Εἶπον αὐτῷ ὅτι "Εἰμί". Καὶ λέγει μοι· "Ποῦ;" Εἶπον ὅτι "Εἰς τὰ μαγειρεῖα, εἰς τὰ καπηλεῖα, εἰς τὰς τραπέζας, εἰς τὰ κεράμια· ἐπισκοπῶ αὐτά, καὶ ἐὰν ᾖ οἰνάριον ὄξινον ἀφορίζω αὐτό, τὸ δὲ χρη στὸν πίνω· ὁμοίως ἐπισκοπῶ καὶ τὴν χύτραν, καὶ ἐὰν λείπῃ ἅλας ἤ τι τῶν ἀρτυμάτων βάλλω καὶ ἀρτύω, καὶ οὕτως αὐτὴν ἐσθίω. Αὕτη μού ἐστιν ἡ ἐπισκοπή· ἐχειροτόνησε γάρ με ἡ γαστριμαργία". 35.11 Λέγει μοι οὗτος μειδιάσας· "Ἄφες τὰ παίγνια· ἐπίσκοπος ἔχεις χειροτονηθῆναι καὶ πολλὰ καμεῖν καὶ θλιβῆναι· εἰ τοίνυν φεύγεις τὰς θλίψεις, μὴ ἐξέλθῃς τῆς ἐρήμου· ἐν γὰρ τῇ ἐρήμῳ ἐπίσκοπόν σε οὐδεὶς ἔχει χειροτονῆσαι". Ἀναχωρήσας οὖν αὐτοῦ ἦλθον ἐπὶ τὴν ἔρημον εἰς τὸν τόπον μου τὸν συνήθη, αὐτὰ ταῦτα διηγησάμενος τοῖς μακαρίοις πατράσιν· οἵτινες μετὰ δύο μῆνας πλεύσαντες ἦλθον καὶ συνέτυχον αὐτῷ. Ἐγὼ δὲ τῶν ῥημάτων αὐτοῦ ἐπελαθόμην. Μετὰ γὰρ τρία ἔτη ἠρρώστησα ἀρρωστίαν τὴν ἀπὸ σπληνὸς καὶ στομάχου· 35.12 ἐκεῖθεν ἀπεστάλην ἐπὶ τὴν Ἀλεξάνδρειαν παρὰ τῶν ἀδελφῶν, ὕδρωπα μελετήσας. Ἀπὸ τῆς Ἀλεξανδρείας συμβουλεύσαντες οἱ ἰατροί, τῶν ἀέρων ἕνεκεν, καταλαμβάνειν με τὴν Παλαιστίνην· ἔχει γὰρ λεπτοὺς ἀέρας, ὡς πρὸς τὴν κρᾶσιν τὴν ἡμετέραν· ἀπὸ τῆς Παλαιστίνης κατέλαβον τὴν Βιθυνίαν· καὶ ἐν ταύτῃ- οὐκ οἶδα πῶς, εἴτε ἐξ ἀνθρωπίνης σπουδῆς, εἴτε ἐξ εὐδοκίας τοῦ κρείττονος· θεὸς ἂν εἰδείη-κατηξιώθην τῆς ὑπὲρ ἐμὲ χειροτονίας κοινωνήσας τῇ περιστάσει τῇ κατὰ τὸν μακάριον Ἰωάννην· 35.13 καὶ ἐπὶ ἕνδεκα μῆνας ἐν ζοφερῷ κελλίῳ κρυπτόμενος ἐμνήσθην τοῦ μακαρίου ἐκείνου, ὅτι ταῦτά μοι προειρήκει ἅπερ ὑπέστην. Καὶ τοῦτο δέ μοι διηγεῖτο ὡς ὀφείλων με διὰ τοῦ διηγήματος ἀγαγεῖν εἰς ὑπομονὴν τῆς ἐρήμου, ὅτι "Τεσσαρακοντα οκτὼ ἔτη ἔχω ἐν τῇ κέλλῃ ταύτῃ· οὐ γυναικὸς πρόσωπον εἶδον, οὐ νομίσματος ἰδέαν· οὐ μασώμενόν τινα εἶδον· οὐκ ἐσθίοντα, οὐ πίνοντά με εἶδέ τις". 35.14 Οὗτος καὶ τῇ δούλῃ τοῦ θεοῦ Ποιμενίῃ παραβα λούσῃ ἱστορίας χάριν οὐ συντετύχηκε μέν, ἐδήλωσε δὲ αὐτῇ τινὰ καὶ τῶν ἀπορρήτων. Παρήγγειλε δὲ αὐτῇ κατ ερχομένῃ ἀπὸ Θηβαΐδος μὴ ἐκνεῦσαι εἰς τὴν Ἀλεξάνδρειαν, "Ἐπεὶ πειρασμοῖς ἔχεις περιπεσεῖν". Ἡ δὲ παραλογισαμένη ἢ ἐπιλαθομένη ἐξένευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἱστορῆσαι τὴν πόλιν. Κατὰ δὲ τὴν ὁδὸν πλησίον Νικίους τῆς πόλεως παρέβαλεν αὐτῆς τὰ πλοῖα ἀναπαύσεως χάριν. 35.15 Ἐξελθόντες οὖν οἱ παῖδες ἐξ ἀταξίας τινὸς συνέ βαλον μάχην μετὰ τῶν ἐπιχωρίων, ἀνδρῶν ἀπονενοημένων· οἵτινες ἑνὸς μὲν εὐνούχου δάκτυλον ἦραν, ἄλλον δὲ ἐφό νευσαν, ∆ιονύσιον δὲ τὸν ἁγιώτατον ἐπίσκοπον καὶ εἰς τὸν ποταμὸν ἔβαψαν ἀγνοήσαντες, κἀκείνην αὐτὴν λοιδορίαις καὶ ἀπειλαῖς συνέτριψαν, τοὺς λοιποὺς πάντας τραυματί σαντες παῖδας. 36 .tΠερὶ Ποσειδωνίου 36.1 Τὰ κατὰ Ποσειδώνιον τὸν Θηβαῖον πολλὰ μὲν καὶ δυσδιήγητα, πῶς τε ἦν πραῢς καὶ ὅπως ἀσκητικώ τατος, καὶ πόσην τινὰ εἶχεν ἐν ἑαυτῷ τὴν ἀκακίαν, οὐκ οἶδα εἰ συντετύχηκά τινι. Συνέζησα γὰρ τούτῳ ἐπὶ ἔτος ἓν ἐν Βηθλεὲμ ὁπηνίκα ἐκαθέσθη ἐπέκεινα τοῦ Ποιμενίου, καὶ πολλὰς αὐτοῦ κατεῖδον ἀρετάς· 36.2 ἐν οἷς μοι αὐτὸς διηγεῖτο μιᾶς τῶν ἡμερῶν ὅτιπερ "Εἰς τὸν Πορφυρίτην τόπον οἰκήσας ἔτος ἓν ἀνθρώπῳ οὐ συντετύχηκα ὅλῳ τῷ ἔτει, οὐχ ὁμιλίας ἀκήκοα, οὐκ ἄρτου ἡψάμην· ἀλλ' ἢ βρα χέσι φοινικίοις διεγενόμην καὶ εἴ που βοτάνας εὗρον ἀγρίας. Ἐν οἷς ποτὲ ἐκλειπόντων μου τῶν βρωμάτων, ἐξῆλθον τοῦ σπηλαίου ἐπὶ τὸ ἐλθεῖν εἰς τὴν οἰκουμένην. 36.3 Καὶ περιπατήσας διὰ πάσης τῆς ἡμέρας μόλις ἀπέσχον τοῦ σπηλαίου σημεῖα δύο. Περιβλεψάμενος οὖν ὁρῶ ἱππέα στρα τιώτου ἔχοντα σχῆμα, τιαρηφόρον κράνος ἔχοντα ἐπὶ τῆς κεφαλῆς· καὶ προσδοκήσας αὐτὸν εἶναι στρατιώτην ὥρμησα ἕως τοῦ σπηλαίου, καὶ εὗρον κάρταλον σταφυλῶν καὶ συκῶν νεαροτμήτων· ὃν λαβὼν καὶ περιχαρὴς γενόμενος εἰσῆλθον εἰς τὸ σπήλαιον, ἐπὶ μῆνας δύο ἔχων ἐκεῖνα τὰ βρώματα παραμυθίαν". 36.4 Τοῦτο δὲ πεποίηκε τὸ θαῦμα ἐν Βηθλεέμ· γυνή τις ἐγκύμων πνεῦμα εἶχεν ἀκάθαρτον, καὶ ἐν αὐτῷ τῷ